Καὶ ἕως μέν τινος ἐδεῖτο τῆς μητρὸς ἐξικετεῦσαι ἐκείνην ὅπως τε εἰς λόγους αὐτῷ ἀφίκοιτο κἀπειδὴ εἰς πολὺν πόθον ἐπαγάγοιτο αὐτόν, δήλη ποτὲ γένοιτο· νυνὶ δὲ παντάπασι πρᾶγμα ἄγνωμον πάσχειν διὰ τὸ μὴ ἐφίεσθαι αὐτῷ καθορᾶν τὴν ἐκ πολλοῦ χρόνου συνοῦσαν αὐτῷ· ἐπεὶ δὲ ἡ μήτηρ ἀπεῖργεν αἰτιωμένη τὴν αἰσχύνην τῆς γυναικός, κελεύει τινὰ τῶν ἀμφ’ αὑτὸν οἰκετῶν λύχνα κατακρύψαι. Τῆς δὲ κατὰ τὸ σύνηθες ἀφικομένης καὶ μελλούσης κατακλίνεσθαι, ἀναδραμὼν ὁ Περίανδρος ἀναίρει τὸ φῶς, καὶ κατιδὼν τὴν μητέρα ὥρμησεν ἐπὶ τὸ διεργάσασθαι αὐτήν· κατασχεθεὶς δὲ ὑπό τινος δαιμονίου φαντάσματος ἀπετράπετο, κἀκ τούτου παραπλὴξ ἦν νοῦ τε καὶ φρενῶν κατέσκηψέ τε εἰς ὠμότητα καὶ πολλοὺς ἀπέσφαξε τῶν πολιτῶν· ἡ δὲ μήτηρ πολλὰ κατολοφυραμένη τὸν ἑαυτῆς δαίμονα, ἀνεῖλεν ἑαυτήν.