λέγεται δὲ καὶ Περίανδρον τὸν Κορίνθιον τὴν μὲν ἀρχὴν ἐπιεικῆ τε καὶ πρᾶον εἶναι, ὕστερον δὲ φονικώτατον γενέσθαι δι’ αἰτίαν τήνδε. ἡ μήτηρ αὐτοῦ κομιδῇ νέου πολλῷ πόθῳ κατείχετο, καὶ τέως μὲν ἀνεπίμπλατο τῆς ἐπιθυμίας περιπλεκομένη τῷ παιδί· προϊόντος δὲ τοῦ χρόνου τὸ πάθος ἐπὶ μεῖζον ηὔξετο, καὶ κατέχειν τὴν νόσον οὐκέτι οἵα τε ἦν, ἕως ἀποτολμήσασα προσφέρει λόγους τῷ παιδὶ ὡς αὐτοῦ γυνή τις ἐρῴη τῶν πάνυ καλῶν, παρεκάλει τε αὐτὸν μὴ περιορᾶν αὐτὴν περαιτέρω καταξαινομένην. Ὁ δὲ τὸ μὲν πρῶτον οὐκ ἔφη φθερεῖν ἐζευγμένην γυναῖκα ὑπό τε νόμων καὶ ἐθῶν, λιπαρῶς δὲ προσκειμένης τῆς μητρὸς συγκατατίθεται. Κἀπειδὴ νὺξ ἐπῆλθεν, εἰς ἣν ἐτέτακτο τῷ παιδί, προυδήλωσεν αὐτῷ μήτε λύχνα φαίνειν ἐν τῷ θαλάμῳ, μήτε ἀνάγκην αὐτῇ ἐπάγειν πρὸς τὸ διαλεχθῆναί τι· ἐπιπροσθεῖσθαι γὰρ αὐτὴν ὑπ’ αἰδοῦς.