Καὶ ὁ μὲν δὴ κατὰ θεῶν βούλησιν ἀφανὴς γίνεται, Ἀπόλλωνα δὲ Δάφνη ἐπ’ αὐτὴν ἰόντα προϊδομένη, μάλα ἐρρωμένως ἔφευγεν· ὡς δὲ συνεδιώκετο, παρὰ Διὸς αἰτεῖται ἐξ ἀνθρώπων ἀπαλλαγῆναι, καὶ αὐτήν φασι γενέσθαι τὸ δένδρον τὸ ἐπικληθὲν ἀπ’ ἐκείνης δάφνην. De Laodice Ἐλέχθη δὲ καὶ περὶ Λαοδίκης ὅδ’ ὁ λόγος, ὡς ἄρα παραγενομένων ἐπὶ Ἑλένης ἀπαίτησιν Διομήδους  καὶ Ἀκάμαντος πολλὴν ἐπιθυμίαν εἶχεν μιγῆναι παντάπασι νέῳ ὄντι Ἀκάμαντι· καὶ μέχρι μέν τινος ὑπ’ αἰδοῦς κατέχεσθαι, ὕστερον δὲ νικωμένην ὑπὸ τοῦ πάθους ἀνακοινώσασθαι Περσέως γυναικὶ ʽΦιλοβίη αὐτῇ ὄνομἀ παρακαλεῖν τε αὐτὴν ὅσον οὐκ ἤδη διοιχομένῃ ἀρήγειν αὐτῇ.