Ἔνθα δὴ χρόνου προϊόντος τοῦ μὲν ἔρωτος ἀπηλλάχθαι προσεποιήθη, πέρδικα δὲ τιθασὸν εἰς βαθὺ φρέαρ κατασοβήσασα ἐδεῖτο τοῦ Ἀνθέως ὅπως κατελθὼν ἀνέλοιτο αὐτόν. τοῦ δὲ ἑτοίμως ὑπακούσαντος διὰ τὸ μηδὲν ὑφορᾶσθαι, ἡ Κλεόβοια ἐπισείει στιβαρὸν αὐτῷ πέτρον· καὶ ὁ μὲν παραχρῆμα ἐτεθνήκει, ἡ δὲ ἄρα ἐννοηθεῖσα ὡς δεινὸν ἔργον δεδράκοι, καὶ ἄλλως δὲ καομένη σφοδρῷ ἔργον τοῦ παιδός, ἀναρτᾷ ἑαυτήν. Φοβίος μέντοι διὰ ταύτην τὴν αἰτίαν ὡς ἐναγὴς παρεχώρησε Φρυγίῳ τῆς ἀρχῆς. Ἔφασαν δέ τινες οὐ πέρδικα, σκεῦος δὲ χρυσοῦν εἰς τὸ φρέαρ βεβλῆσθαι, ὡς καὶ Ἀλέξανδρος ὁ Αἰτωλὸς μέμνηται ἐν τοῖσδε ἐν Ἀπόλλωνι · παῖς Ἱπποκλῆος Φοβίος Νειληιάδαο ἔσται ἰθαιγενέων γνήσιος ἐκ πατέρων· τῷ δ’ ἄλοχος μνηστὴ δόμον ἵξεται, ἧς ἔτι νύμφης ἠλάκατ’ ἐν θαλάμοις καλὸν ἑλισσομένης Ἀσσησοῦ βασιλῆος ἐλεύσεται ἔκγονος Ἀνθεύς, ὅρκἰ ὁμηρείης πίστ’ ἐπιβωσάμενος, πρωθήβης, ἔαρος θαλερώτερος ʽοὐδὲ Μελίσσῳ Πειρήνης τοιόνδ’ ἀλφεσίβοιον ὕδωρ θηλήσει μέγαν υἱόν, ἀφ’ οὗ μέγα χάρμα Κορίνθῳ ἔσται καὶ βριαροῖς ἄλγεα Βακχιάδαις’, Ἀνθεὺς Ἑρμείῃ ταχινῷ φίλος, ᾧ ἔπι νύμφη μαινὰς ἄφαρ σχήσει τὸν λιθόλευστον ἔρων· καί ἑ καθαψαμένη γούνων ἀθέμιστα τελέσσαι πείσει· ὁ δὲ Ζῆνα Ξείνιον αἰδόμενος σπονδάς τ’ ἐν Φοβίου καὶ ἅλα ξυνεῶνα θαλείης κρήναις καὶ ποταμοῖς νίψετ’ ἀεικὲς ἔπος· ἡ δ’ ὅταν ἀρνῆται μελεὸν γάμον ἀγλαὸς Ἀνθεύς, δὴ τότε οἱ τεύξει μητιόεντα δόλον, μύθοις ἐξαπαφοῦσα· λόγος δέ οἱ ἔσσεται οὗτος· γαυλός μοι χρύσεος· φρείατος ἐκ μυχάτου νῦν ὅ γ’ ἀνελκόμενος διὰ μὲν κακὸν ἤρικεν οὖσον, αὐτὸς δ’ ἐς Νύμφας ᾤχετ’ ἐφυδριάδας· πρὸς σὲ θεῶν, ἀλλ’ εἴ μοι, ἐπεὶ καὶ πᾶσιν ἀκούω ῥηιδίην οἶμον τοῦδ’ ἔμεναι στομίου, ἰθύσας ἀνέλοιο, τότ’ ἂν μέγα φίλτατος εἴης. ὧδε μὲν ἡ Φοβίου Νειλιάδαο δάμαρ φθέγξεθ̓· ὁ δ’ οὐ φρασθεὶς ἀπὸ μὲν Λελεγήιον εἷμα μητρὸς ἑῆς ἔργον θήσεται Ἑλλαμενῆς· αὐτὸς δὲ σπεύδων κοῖλον καταβήσεται ἄγκος φρείατος· ἡ δ’ ἐπί οἱ λιρὰ νοεῦσα γυνὴ ἀμφοτέραις χείρεσσι μυλακρίδα λᾶαν ἐνήσει· καὶ τόθ’ ὁ μὲν ξείνων πολλὸν ἀποτμότατος ἠρίον ὀγκώσει τὸ μεμορμένον, ἡ δ’ ὑπὸ δειρὴν ἁψαμένη σὺν τῷ βήσεται εἰς Ἀΐδην.