Ἐπεὶ μέντοι γάμου καιρὸς ἦν καὶ παρῆν Ἀλάστωρ, εἷς τῶν Νειλειδῶν, ἀξόμενος αὐτήν, ᾧ καθωμολόγητο, παραχρῆμα μὲν ἐνεχείρισε, πάνυ λαμπροὺς γάμους δαίσας· μεταγνοὺς δὲ οὐ πολὺ ὕστερον διὰ τὸ ἔκφρων εἶναι μεταθεῖ τὸν Ἀλάστορα, καὶ περὶ μέσην ὁδὸν αὐτῶν ἤδη ὄντων, ἀφαιρεῖται τὴν κόρην, ἀγαγόμενός τε εἰς Ἄργος ἀναφανδὸν αὐτῇ ἐμίσγετο. Ἡ δὲ δεινὰ καὶ ἔκνομα πρὸς τοῦ πατρὸς δόξασα πεπονθέναι τὸν νεώτερον ἀδελφὸν κατακόπτει, καί τινος ἑορτῆς καὶ θυσίας παρ’ Ἀργείοις τελουμένης, ἐν ᾗ δημοσίᾳ πάντες εὐωχοῦνται, τότε σκευάσασα τὰ κρέα τοῦ παιδὸς παρατίθησι τῷ πατρί.