Κλύμενος δὲ ὁ Τελέως ἐν Ἄργει γήμας Ἐπικάστην γεννᾷ παῖδας ἄρρενας μὲν Ἴδαν καὶ Θήραγρον, θυγατέρα δὲ Ἁρπαλύκην πολύ τι τῶν ἡλίκων θηλειῶν κάλλει διαφέρουσαν. Ταύτης εἰς ἔρωτα ἐλθὼν χρόνον μέν τινα ἐκαρτέρει καὶ περιῆν τοῦ παθήματος· ὡς δὲ πολὺ μᾶλλον αὐτὸν ὑπέρρει τὸ νόσημα, τότε διὰ τῆς τροφοῦ κατεργασάμενος τὴν κόρην λαθραίως αὐτῇ συνῆλθεν.