Αἰγιαλὸς δὲ ὡς ᾔσθετο τά τε κατὰ τὸ χρηστήριον καὶ τὴν Ἡμιθέαν, ἤλαυνεν τῆς γῆς αὐτόν. Ἔνθα δὴ μάχη συνεχὴς ἦν τοῖς τε τῷ Λύρκῳ προσθεμένοις καὶ τοῖς τὰ Αἰγιαλοῦ φρονοῦσι· μάλιστα δὲ συνεργὸς ἐγίνετο Εἱλεβίη· οὐ γὰρ ἀπεῖπεν τὸν Λύρκον. Μετὰ δὲ ταῦτα ἀνδρωθεὶς ὁ ἐξ Ἡμιθέας καὶ Λύρκου ʽΒασίλος αὐτῷ ὄνομἀ ἦλθεν εἰς τὴν Καυνίαν, καὶ αὐτὸν γνωρίσας ὁ Λύρκος ἤδη γηραιὸς ὢν ἡγεμόνα καθίστησι τῶν σφετέρων λαῶν.