Ἐπεὶ δὲ πλέων ἀφίκετο ἐς Βύβασσον πρὸς Στάφυλον τὸν Διονύσου, μάλα φιλοφρόνως ἐκεῖνος αὐτὸν ὑποδεχόμενος εἰς πολὺν οἶνον προυτρέψατο, κἀπειδὴ πολλῇ μέθῃ παρεῖτο, συγκατέκλινεν αὐτῷ Ἡμιθέαν τὴν θυγατέρα. Ταῦτα δὲ ἐποίει προπεπυσμένος τὸ τοῦ χρηστηρίου καὶ βουλόμενος ἐκ ταύτης αὐτῷ παῖδας γενέσθαι. δι’ ἔριδος μέντοι ἐγένοντο Ῥοιώ τε καὶ Ἡμιθέα αἱ τοῦ Σταφύλου τίς αὐτῶν μιχθείη τῷ ξένῳ· τοσοῦτος ἀμφοτέρας κατέσχε πόθος. Λύρκος δὲ ἐπιγνοὺς τῇ ὑστεραίᾳ οἷα ἐδεδράκει καὶ τὴν Ἡμιθέαν ὁρῶν συγκατακεκλιμένην ἐδυσφόρει τε καὶ πολλὰ κατεμέμφετο τὸν Στάφυλον, ὡς ἀπατεῶνα γενόμενον αὐτοῦ· ὕστερον δέ, μηδὲν ἔχων ὅ τι ποιῇ, περιελόμενος τὴν ζώνην δίδωσι τῇ κόρῃ κελεύων ἡβήσαντι τῷ παιδὶ φυλάττειν, ὅπως ἔχῃ γνώρισμα, ὁπόταν ἀφίκοιτο πρὸς τὸν πατέρα αὑτοῦ εἰς Καῦνον, καὶ ἐξέπλευσεν.