Ἁρπασθείσης Ἰοῦς τῆς Ἀργείας ὑπὸ λῃστῶν, ὁ πατὴρ αὐτῆς Ἴναχος μαστῆράς τε καὶ ἐρευνητὰς ἄλλους καθῆκεν, ἐν δὲ αὐτοῖς Λύρκον τὸν Φορωνέως, ὃς μάλα πολλὴν γῆν ἐπιδραμὼν καὶ πολλὴν θάλασσαν περαιωθείς, τέλος, ὡς οὐχ εὕρισκεν, ἀπεῖπε τὸν κάματον· καὶ εἰς μὲν Ἄργος δεδοικὼς τὸν Ἴναχον οὐ μάλα τι κατῄει, ἀφικόμενος δὲ εἰς Καῦνον πρὸς Αἰγιαλὸν γαμεῖ αὐτοῦ τὴν θυγατέρα Εἱλεβίην· ἔφασαν γὰρ τὴν κόρην ἰδοῦσαν τὸν Λύρκον εἰς ἔρωτα ἐλθεῖν καὶ πολλὰ τοῦ πατρὸς δεηθῆναι κατασχεῖν αὐτόν· ὁ δὲ τῆς τε βασιλείας μοῖραν οὐκ ἐλαχίστην ἀποδασάμενος καὶ τῶν λοιπῶν ὑπαργμάτων γαμβρὸν εἶχεν. Χρόνου δὲ πολλοῦ προϊόντος ὡς τῷ Λύρκῳ παῖδες οὐκ ἐγίνοντο, ἦλθεν εἰς Διδυμέως χρησόμενος περὶ γονῆς τέκνων· καὶ αὐτῷ θεσπίζει ὁ θεὸς παῖδας φύσειν, ᾗ ἂν ἐκ τοῦ ναοῦ χωρισθεὶς πρώτῃ συγγένηται· ὁ δὲ μάλα γεγηθὼς ἠπείγετο πρὸς τὴν γυναῖκα πειθόμενος κατὰ νοῦν ἂν αὐτῷ χωρήσειν τὸ μαντεῖον.