ἐξόπιθεν δʼ Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼς Ἀρκτοφύλαξ , τόν ῥʼ ἄνδρες ἐπικλείουσι βοώτην , οὕνεχʼ ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου. καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνῃ δέ οἱ αὐτὸς ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ. ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω παρθένον , ἥ ῥʼ ἐν χερσὶ φέρει Στάχυν αἰγλήεντα. εἴτʼ οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασιν ἄστρων ἀρχαῖον πατέρʼ ἔμμεναι, εἴτε τευ ἄλλου, εὔκηλος φορέοιτο· λόγος γε μὲν ἐντρέχει ἄλλος ἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν, ἤρχετο δʼ ἀνθρώπων κατεναντίη, οὐδέ ποτʼ ἀνδρῶν οὐδέ ποτʼ ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν, ἀλλʼ ἀναμὶξ ἐκάθητο, καὶ ἀθανάτη περ ἐοῦσα. καί ἑ Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέροντας, ἠέ που εἰν ἀγορῇ ἢ εὐρυχόρῳ ἐν ἀγυιῇ, δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας. οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο οὐδέ διακρίσιος πολυμεμφέος οὐδέ κυδοιμοῦ, αὕτως δʼ ἔζωον· χαλεπὴ δʼ ἀπέκειτο θάλασσα, καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον, ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτή, πότνια λαῶν, μυρία πάντα παρεῖχε Δίκη, δώτειρα δικαίων. τόφρʼ ἦν, ὄφρʼ ἔτι γαῖα γένος χρύσειον ἔφερβεν. ἀργυρέῳ δʼ ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμη ὁμοίη A. ὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν. ἀλλʼ ἔμπης ἔτι κεῖνο κατʼ ἀργύρεον γένος ἦεν· ἤρχετο δʼ ἐξ ὀρέων ὑποδείελος ἠχηέντων μουνάξ, οὐδέ τεῳ ἐπεμίσγετο μειλιχίοισιν· ἀλλʼ ὁπότʼ ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας,