κείνη που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν. Τῇδʼ αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς εἴδωλον. τὸ μέν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν, οὐδʼ ὅτινι κρέμαται κεῖνος πόνῳ, ἀλλά μιν αὕτως ἐγγόνασιν καλέουσι. τὸ δʼ αὖτʼ ἐν γούνασι κάμνον ὀκλάζοντι ἔοικεν· ἀπʼ ἀμφοτέρων δέ οἱ ὤμων χεῖρες ἀείρονται· τάνυταί γε μέν ἄλλυδις ἄλλη ὅσσον ἐς ὀργυιήν· μέσσῳ δʼ ἐφύπερθε καρήνῳ δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος. αὐτοῦ κἀκεῖνος στέφανος , τὸν ἀγανὸς ἔθηκεν σῆμʼ ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης, νώτῳ ὑποστρέφεται κεκμηότος Εἰδώλοιο. νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δʼ ἄρʼ ἐκείνης αὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον · τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι εἴδονται· κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ εἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλα ἶσαι· λεπτὴ γὰρ καὶ τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη. ἀλλʼ ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί· ἀμφότεραι δʼ Ὄφιος πεπονήαται, ὅς ῥά τε μέσσον δινεύει Ὀφιοῦχον· ὁ δʼ ἐμμενές εὖ ἐπαρηρὼς ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν, σκορπίον , ὀφθαλμῷ τε καὶ ἐν θώρηκι βεβηκὼς ὀρθός. ἀτάρ οἱ ὄφις γε δύω στρέφεται μετὰ χερσίν, δεξιτερῇ ὀλίγος, σκαιῇ γε μὲν ὑψόθι πολλός. καὶ δή οἱ Στεφάνῳ παρακέκλιται ἄκρα γένεια, νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο χηλάς . ἀλλʼ αἱ μέν φαέων ἐπιδευέες, οὐδὲν ἀγαυαί.