τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο. ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται, ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο, λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπʼ αὐτῷ Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται, ἀσσότερον βορέαο, νότῳ δʼ ἐπικέκλιται ἀγκών· ὁπλαὶ δʼ Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον ἄκρῃ σὺν κεφαλῇ, καλοί τʼ Ὀφιούχεοι ὦμοι, αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον· ἡ δʼ ὀλίγον φέρεται νοτιωτέρη, οὐδʼ ἐπιβάλλει, παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μέν ἄρʼ ἄμφω ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρʼ αἰδῶ τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις ὀρθόν, ἵνʼ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν. τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος, πέντε μὲν ἔνδια στρέφεται καθʼ ὑκέρτερα γαίης, τὰ τρία δʼ ἐν περάτῃ· θέρεος δέ οἱ ἐν τροπαί εἰσιν. ἀλλʼ ὁ μὲν ἐν βορἐω περὶ Καρκίνον ἐστήρικται. ἄλλος δʼ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν· ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν αἴνυται, ἀλλʼ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἰ Ἀργώ, καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δέ τε κέντρον σκορπίου, ἐν καὶ Τόξον ἀγαυοῦ Τοξευτῆρος. τὸν πύματον καθαροῖο παρερχόμενος βορέαο ἐς νότον ἠέλιος φέρεται· τρέπεταί γε μὲν αὐτοῦ χειμέριος. καί οἱ τρία μὲν περιτέλλεται ὑψοῦ