καὶ μὴν καὶ προκύων Διδύμοις ὕπο καλὰ φαείνει. ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλʼ αὕτως οὐρανῷ εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης. οἱ δʼ ἐπιμὶξ ἄλλοι πέντʼ ἀστέρες, οὐδὲν ὁμοῖοι, παντόθεν εἰδώλων δυοκαίδεκα δινεύονται. οὐκ ἂν ἔτʼ εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο κείνους ἧχι κέονται· ἐπεὶ πάντες μετανάσται, μακροὶ δέ σφεων εἰσὶν ἑλισσομένων ἐνιαυτοί, μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων. οὐδʼ ἔτι θαρσαλέος κείνων ἐγώ· ἄρκιος εἴην ἀπλανέων τά τε κύκλα τά τʼ αἰθέρι σήματʼ ἐνισπεῖν. ἦτοι μὲν τά γε κεῖται ἀλίγκια δινωτοῖσιν τέσσαρα, τῶν κε μάλιστα πόθη ὄφελός τε γένοιτο μέτρα περισκοπέοντι κατανομένων ἐνιαυτῶν. σήματα δʼ εὖ μάλα πᾶσιν ἐπιρρήδην περίκειται πολλά τε καὶ σχεδόθεν πάντη συνεεργμένα πάντα. αὐτοὶ δʼ ἀπλανέες καὶ ἀρηρότες ἀλλήλοισιν πάντες· ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται. εἴ ποτέ τοι νυκτὸς καθαρῆς, ὅτε πάντας ἀγαυοὺς ἀστέρας ἀνθρώποις ἐπιδείκνυται οὐρανίη Νύξ, οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ, ἀλλὰ τά γε κνέφαος διαφαίνεται ὀξέα πάντα— εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα, σκεψαμένῳ πάντη κεκεασμένον εὐρέϊ κύκλῳ οὐρανόν, ἢ καί τίς τοι ἐπιστὰς ἄλλος ἔδειξεν κεῖνο περιγληνὲς τροχαλόν, γάλα μιν καλέουσιν· τῷ δʼ ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.