λείψανον Ἠριδανοῖο , πολυκλαύτου ποταμοῖο. καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει· δεσμοὶ δʼ οὐραῖοι, τοῖς Ἰχθύες ἄκροι ἔχονται, ἄμφω συμφορέονται ἀπʼ οὐραίων κατιόντες· Κητείης δʼ ὄπιθεν λοφίης ἐπιμὶξ φορέονται εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δʼ ἀστέρι πειραίνονται κήτεος, ὃς κείνου πρώτῃ ἐπίκειται ἀκάνθῃ. οἱ δʼ ὀλίγῳ μέτρῳ ὀλίγῃ δʼ ἐγκείμενοι αἴγλῃ μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται, γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα ἀνομένων ἐτέων· τά τις ἀνδρῶν οὐκέτʼ ἐόντων ἐφράσατʼ ἠδʼ ἐνόησεν ἅπαντʼ ὀνομαστὶ καλέσσαι ἤλιθα μορφώσας. οὐ γάρ κʼ ἐδυνήσατο πάντων οἰόθι κεκριμένων ὄνομʼ εἰπεῖν, οὐδὲ δαῆναι. πολλοὶ γὰρ πάντη, πολέων δʼ ἐπὶ ἶσα πέλονται μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι. τῶ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι ἀστέρας, ὄφρʼ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος εἴδεα σημαίνοιεν. ἄφαρ δʼ ὀνομαστὰ γένοντο ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ. ἀλλʼ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισιν φαίνονται· τὰ δʼ ἔνερθε διωκομένοιο Λαγωοῦ πάντα μάλʼ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται. νειόθι δʼ Αἰγοκερῆος, ὑπὸ πνοιῇσι νότοιο, ἰχθὺς ἐς Κῆτος τετραμμένος αἰωρεῖται οἶος ἀπὸ προτέρων, νοτιον δέ ἑ κικλήσκουσιν. ἄλλοι δέ, σποράδην ὑποκείμενοι Ὑδροχοῆϊ,