ἀστέρι βέβληται δεινὴ γένυς, ὅς ῥα μάλιστα ὀξέα σειριάει· καί μιν καλέουσʼ ἄνθρωποι Σείριον . οὐκέτι κεῖνον ἅμʼ ἠελίῳ ἀνιόντα φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι. ῥεῖα γάρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀΐξας, καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα. κείνου καὶ κατιόντος ἀκούομεν· οἱ δὲ δὴ ἄλλοι σῆμʼ ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται. ποσσὶν δʼ Ὠρίωνος ὑπʼ ἀμφοτέροισι λαγῳός ἐμμενές ἤματα πάντα διώκεται. αὐτὰρ ὅ γʼ αἰεὶ Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς, καί οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει. ἡ δὲ Κυνὸς μεγάλοιο κατʼ οὐρὴν ἕλκεται ἀργῷ πρυμνόθεν· οὐ γὰρ τῇ γε κατὰ χρέος εἰσὶ κέλευθοι, ἀλλʼ ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ νῆες, ὅτʼ ἤδη ναῦται ἐπιστρέψωσι κορώνην ὅρμον ἐσερχόμενοι· τὴν δʼ αὐτίκα πᾶς ἀνακόπτει νῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο· ὥς ἥ γε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ. καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρʼ αὐτὸν ἱστὸν ἀπὸ πρώρης φέρεται, τὰ δὲ πᾶσα φαεινή. καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται ποσσὶν ὑπʼ οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος. τὴν δὲ καί οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖαν Ἀνδρομέδην μέγα κῆτος ἐπερχόμενον κατεπείγει. ἡ μὲν γὰρ Θρήϊκος ὑπὸ πνοιῇ βορέαο κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ κῆτος, ὑπὸ Κριῷ τε καὶ Ἰχθύσιν ἀμφοτέροισιν, βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος. οἶον γὰρ κἀκεῖνο θεῶν ὑπό ποσσὶ φορεῖται