Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα Δίκτῳ ἐν εὐώδει, ὄρεος σχεδὸν Ἰδαίοιο, ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν, Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο. καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν, τὴν δʼ ἑτέρην Ἑλίκην . Ἑλίκῃ γε μὲν ἄνδρες Ἀχαιοὶ εἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν, τῇ δʼ ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν. ἀλλʼ ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη πολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός· ἡ δʼ ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτῃσιν ἀρείων· μειοτέρῃ γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι· τῇ καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται. τὰς δέ διʼ ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρώξ εἰλεῖται μέγα θαῦμα, δράκων , περί τʼ ἀμφί τʼ ἐαγώς μυρίος· αἱ δʼ ἄρα οἱ σπείρης ἑκάτερθε φέρονται ἄρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο. αὐτὰρ ὅ γʼ ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ, ἄλλην δέ σπείρῃ περιτέμνεται. ἡ μέν οἱ ἄκρη οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου· σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δέ κατʼ αὐτὴν εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις, ἐκ δʼ αὖτις παλίνορσος ἀνατρέχει. οὐ μέν ἐκείνῃ οἰόθεν οὐδʼ οἶος κεφαλῇ ἐπιλάμπεται ἀστήρ, ἀλλὰ δύο κροτάφοις, δύο δʼ ὄμμασιν· εἷς δʼ ὑπένερθεν ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο δέ πάμπαν ἔοικεν λοξὸν δʼ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν ἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δʼ ἐστὶ κατʼ ἰθύ καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ.