κὰδ δʼ ἔθετο προπάροιθεν ἀπευθέος Εἰδώλοιο οὐρανὸν εἰσαγαγών. τὸ δʼ ἐπὶ σκελέεσσι πέτηλον γούνατί οἱ σκαιῷ πελάει· κεφαλή γε μὲν ἄκρη ἀντιπέρην Ὄρνιθος ἑλίσσεται· ἡ δὲ μεσηγὺ ὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται. ἦτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος ὄρνις . ἀλλʼ ὁ μὲν ἠερόεις, τὰ δέ οἱ ἔπι τετρήχυνται ἀστράσιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς. αὐτὰρ ὅ γʼ εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼς οὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων, λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου. τὸν δὲ μετασκαίροντα δύʼ Ἰχθύες ἀμφινέμονται ἵππον· πὰρ δʼ ἄρα οἱ κεφαλῇ χεὶρ Ὑδροχόοιο δεξιτερὴ τετάνυσθʼ· ὁ δʼ ὀπίστερος Αἰγοκερῆος τέλλεται. αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλον κέκλιται αἰγόκερως , ἵνα τε τρέπετʼ ἠελίου ἴς. μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ πεπταμένῳ πελάγει κεχρημένος. οὔτε κεν ἠοῖ πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν· οὔτʼ ἄν τοι νυκτὸς πεφοβημένῳ ἐγγύθεν ἠὼς ἔλθοι καὶ μάλα πολλὰ βοωμένῳ. οἱ δʼ ἀλεγεινοὶ τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότʼ Αἰγοκερῆϊ συμφέρετʼ ἠέλιος· τότε δέ κρύος ἐκ Διός ἐστιν ναύτῃ μαλκιόωντι κακώτερον. ἀλλὰ καὶ ἔμπης ἤδη πάντʼ ἐνιαυτὸν ὑπὸ στείρῃσι θάλασσα πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίῃσιν πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες ἥμεθʼ ἐπʼ αἰγιαλοὺς τετραμμένοι· οἱ δʼ ἔτι πόρσω κλύζονται· ὀλίγον δὲ διὰ ξύλον Ἄϊδʼ ἐρύκει.