ἰχθύες . ἀλλʼ αἰεὶ ἕτερος προφερέστερος ἄλλου, καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει. ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠΰτε δεσμὰ οὐραίων ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντων. καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε, ὅν ῥά τε καὶ σύνδεσμον ὑπούραιον καλέουσιν. Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν. ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν Περσέος , οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται. αὐτάρ ὅ γʼ ἐν βορέω φέρεται περιμήκετος ἄλλων. καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται πενθερίου δίφροιο· τὰ δʼ ἐν ποσὶν οἷα διώκων ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί. ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται. ὁ δʼ οὐ μάλα πολλὸς ἁπάσας χῶρος ἔχει, καὶ δʼ αὐταὶ ἐπισκέψασθαι ἀφαυραί. ἑπτάποροι δὴ ταί γε μετʼ ἀνθρώπους ὑδέονται, ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ, ἐξ αὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλʼ αὕτως εἴρεται. ἑπτὰ δʼ ἐκεῖναι ἐπιρρήδην καλέονται Ἀλκυόνη Μερόπη τε Κελαινώ τʼ Ἠλέκτρη τε καὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα. αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλʼ ὀνομασταὶ ἦρι καὶ ἑσπέριαι, Ζεὺς δʼ αἴτιος, εἱλίσσονται, ὅ σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο σημαίνειν ἐκέλευσεν ἐπερχομένου τʼ ἀρότοιο. καὶ χέλυς , ἥτʼ ὀλίγη· τὴν δʼ ἆρʼ ἔτι καὶ παρὰ λίκνῳ Ἑρμείης ἐτόρησε, λύρην δέ μιν εἶπε λέγεσθαι.