αὕτως ἄρρητον κατακείσεται· ἀλλʼ ἄρα καὶ τῶν οὐρανὸν εἰς ὄνομʼ ἦλθεν, ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν. αὐτὸς μὲν κατόπτσθεν ἐὼν Κυνοσουρίδος Ἄρκτου Κηφεὺς ἀμφοτέρας χεῖρας τανύοντι ἐοικώς· ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς ἐς πόδας ἀμφοτέρους, ὅσση ποδὸς ἐς πόδα τείνει. αὐτὰρ ἀπὸ ζὠνης ὀλίγον κε μεταβλέψειας πρώτης ἱέμενος καμπῆς μεγάλοιο Δράκοντος. τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια · οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν ἀστέρες, οἵ μιν πᾶσαν ἐπιρρήδην στιχόωσιν. οἵῃ δὲ κληῖδι θύρην ἔντοσθʼ ἀραρυῖαν δικλίδʼ ἐπτπλήσσοντες ἀνακρούουσιν ὀχῆας, οἵην...ὀχῆες ACM. τοῖοί οἱ μουνὰξ ὑποκείμενοι ἰνδάλλονται ἀστέρες. ἡ δʼ αὕτως ὀλίγων ἀποτείνεται ὤμων ὀργυιήν. φαίης κεν ἀνιάξειν ἐπὶ παιδί. αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. οὔ σε μάλʼ οἴω νύκτα περισκέψασθαι, ἵνʼ αὐτίκα μᾶλλον ἴδηαι· τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα. ἀλλʼ ἔμπης κἀκεῖθι διωλενίη τετάνυσται, δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῷ· αἱ δʼ ἀνέχονται αὐτοῦ πεπταμέναι πάντʼ ἤματα χεῖρες ἐκεῖναι. Ἀλλʼ ἄρα οἱ καὶ κρατὶ πέλωρ ἐπελήλαται ἵππος γαστέρι νειαίρῃ· ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρ τοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ. οἱ δʼ ἄρʼ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμους ἵππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα,