αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι. τῆμος καὶ κελάδοντες ἐτησίαι εὐρέϊ πόντῳ ἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαις ὥριος. εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες, εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν. εἰ δέ τοι ἡνίοχον τε καὶ ἀστέρας Ἡνιόχοιο σκέπτεσθαι δοκέει, καί τοι φάτις ἤλυθεν αἰγός αὐτῆς ἠδʼ Ἐρίφων , οἵ τʼ εἰν ἁλὶ πορφυρούσῃ πολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους, αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰ κεκλιμένον δήεις· Ἑλίκης δέ οἱ ἄκρα κάρηνα ἀντία δινεύει. σκαιῷ δʼ ἐπελήλαται ὤμῳ αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπτσχεῖν, Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσʼ ὑποφῆται. ἀλλʼ ἡ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦ λεπτὰ φαείνονται Ἔριφοι καρπὸν κάτα χειρός. πὰρ ποσὶ δʼ Ἡνιόχου κεραὸν πεπτηότα Ταῦρον μαίεσθαι. τὰ δέ οἱ μάλʼ έοικότα σήματα κεῖται· τοίη οἱ κεφαλὴ διακέκριται· οὐδέ τις ἄλλῳ σήματι τεκμήραιτο κάρη βοός, οἷά μιν αὐτοὶ ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι τυπόωσιν. καὶ λίην κείνων ὄνομʼ εἴρεται, οὐδέ τοι αὕτως νήκουστοι Ὑάδες . ταὶ μέν ῥʼ ἐπὶ παντὶ μετώπῳ Ταύρου βεβλέαται· λαιοῦ δὲ κεράατος ἄκρον καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο εἷς ἀστὴρ ἐπέχει· συνεληλάμενοι δὲ φέρονται, ἀλλʼ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών. Οὐδʼ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο