ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτʼ ἄνδρες ἐῶμεν ἄρρητον· μεσταὶ δέ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες. τοῦ γάρ καὶ γένος εἰμέν· ὁ δʼ ἤπιος ἀνθρώποισιν δεξιὰ σημαίνει, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρει, μιμνῄσκων βιότοιο, λέγει δʼ ὅτε βῶλος ἀρίστη βουσί τε καὶ μακέλῃσι, λέγει δʼ ὅτε δεξιαὶ ὧραι καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι. αὐτὸς γὰρ τά γε σήματʼ ἐν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας, ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν ὡράων, ὄφρʼ ἔμπεδα πάντα φύωνται. τῶ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται. χαῖρε, πάτερ, μέγα θαῦμα, μέγʼ ἀνθρώποισιν ὄνειαρ, αὐτὸς καὶ προτέρη γενεή. Χαίροιτε δὲ Μοῦσαι μειλίχιαι μάλα πᾶσαι· ἐμοί γε μὲν ἀστέρας εἰπεῖν ᾗ θέμις εὐχομένῳ τεκμήρατε πᾶσαν ἀοιδήν. οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες ἰόντες codd. recc., cf. Schol. οὐρανῷ ἕλκονται πάντʼ ἤματα συνεχὲς αἰεί· αὐτὰρ ὅ γʼ οὐδʼ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλʼ αὕτως ἄξων αἰὲν ἄρηρεν, ἔχει δʼ ἀτάλαντον ἁπάντη μεσσηγὺς γαῖαν, περὶ δʼ οὐρανὸν οὐρανὸν M; οὐρανὸς AC. αὐτὸν ἀγινεῖ. καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν· ἀλλʼ ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δʼ ἀντίος ἐκ βορέαο ὑψόθεν ὠκεανοῖο· δύς δέ μιν ἀμφὶς ἔχουσαι Ἄρκτοι ἅμα τροχόωσι, τὸ δὴ καλέονται ἅμαξαι . αἱ δʼ ἤτοι κεφαλὰς μὲν ἐπʼ ἰξύας αἰέν ἔχουσιν ἀλλήλων, αἰεὶ δέ κατωμάδιαι φορέονται, ἔμπαλιν εἰς ὤμους τετραμμέναι. εἰ ἐτεὸν δή,