ΠΡΟΟΙΜΙΟΝ. μὴ ἀφαιρώμεθα τὰς τέχνας τὸ ἀεὶ σώζεσθαι δυσαντίβλεπτον ἡγούμενοι τὸ πρεσβύτερον, μηδʼ εἴ τῳ τῶν παλαιοτέρων προείληπταί τι, τοῦτο ζηλοῦν κατὰ δύναμιν φειδώμεθα σχήματι εὐπρεπεῖ τὸ ῥᾴθυμον ὑποκοριζόμενοι, ἀλλʼ ἐπιβάλωμεν τῷ φθάσαντι, τυχόντες γὰρ σκοποῦ ἀξίως λόγου πράξομεν, εἰ δέ πη καὶ σφαλῆναι ξυμβαίη, τὸ γοῦν ἐπαινοῦντας φαίνεσθαι ζηλοῦν τὰ εὖ ἔχοντα ἑαυτοῖς δώσομεν. τί δή μοι ταυτὶ προανακέκρουσται; ἐσπούδασταί τις γραφικῆς ἔργων ἔκφρασις τὠμῷ ὁμωνύμῳ τε καὶ μητροπάτορι λίαν ἀττικῶς τῆς γλώττης ἔχουσα ξὺν ὥρᾳ τε προηγμένῃ καὶ τόνῳ. ταύτης κατʼ ἴχνη χωρῆσαι θελήσαντες ἀνάγκην ἔσχομεν πρὸ τῆς ὅλης ἐπιβολῆς καὶ περὶ ζωγραφίας τινὰ διελθεῖν, ὡς ἂν καὶ ὁ λόγος ἔχῃ τὴν οἰκείαν ὕλην ἐφαρμόττουσαν τοῖς ὑποκειμένοις. ζωγραφίας ἄριστον καὶ οὐκ ἐπὶ σμικροῖς τὸ ἐπιτήδευμα, χρὴ γὰρ τὸν ὀρθῶς προστατεύσοντα τῆς τέχνης φύσιν τε ἀνθρωπείαν εὖ διεσκέφθαι καὶ ἱκανὸν εἶναι γνωματεῦσαι ἠθῶν ξύμβολα καὶ σιωπώντων καὶ τί μὲν ἐν παρειῶν καταστάσει, τί δὲ ἐν ὀφθαλμῶν κράσει, τί δὲ ἐν ὀφρύων ἤθει κεῖται καὶ ξυνελόντι εἰπεῖν, ὁπόσα ἐς γνώμην τείνει. τούτων δὲ ἱκανῶς ἔχων ξυναιρήσει πάντα καὶ ἄριστα ὑποκρινεῖται ἡ χεὶρ τὸ οἰκεῖον ἑκάστου δρᾶμα, ʽκαἲ μεμηνότα εἰ τύχοι ἢ ὀργιζόμενον ἢ ἔννουν ἢ χαίροντα ἢ ὁρμητὴν ἢ ἐρῶντα καὶ καθάπαξ τὸ ἁρμόδιον ἐφʼ ἑκάστῳ γράψει. ἡδεῖα δὲ καὶ ἡ ἐν αὐτῷ ἀπάτη καὶ οὐδὲν ὄνειδος φέρουσα, τὸ γὰρ τοῖς οὐκ οὖσιν ὡς οὖσι προσεστάναι καὶ ἄγεσθαι ὑπʼ αὐτῶν, ὡς εἶναι νομίζειν, ἀφʼ οὗ βλάβος οὐδέν, πῶς οὐ ψυχαγωγῆσαι ἱκανὸν καὶ αἰτίας ἐκτός; δοκοῦσι δέ μοι παλαιοί τε καὶ σοφοὶ ἄνδρες πολλὰ ὑπὲρ ξυμμετρίας τῆς ἐν γραφικῇ γράψαι, οἷον νόμους τιθέντες τῆς ἑκάστου τῶν μελῶν ἀναλογίας ὡς οὐκ ἐνὸν τῆς κατʼ ἔννοιαν κινήσεως ἐπιτυχεῖν ἄριστα μὴ ἔσω τοῦ ἐκ φύσεως μέτρου τῆς ἁρμονίας ἡκούσης, τὸ γὰρ ἔκφυλον καὶ ἔξω μέτρου οὐκ ἀποδέχεσθαι φύσεως ὀρθῶς ἐχούσης κίνησιν. σκοποῦντι δὲ καὶ ξυγγένειάν τινα πρὸς ποιητικὴν ἔχειν ἡ τέχνη εὑρίσκεται καὶ κοινή τις ἀμφοῖν εἶναι φαντασία. θεῶν γὰρ παρουσίαν οἱ ποιηταὶ ἐς τὴν ἑαυτῶν σκηνὴν ἐσάγονται καὶ πάντα, ὅσα ὄγκου καὶ σεμνότητος καὶ ψυχαγωγίας ἔχεται, γραφική τε ὁμοίως, ἃ λέγειν οἱ ποιηταὶ ἔχουσι, ταῦτʼ ἐν τῷ γράμματι σημαίνουσα. καὶ τί χρὴ λέγειν περὶ τῶν ἀριζήλως εἰρημένων πολλοῖς ἢ πλείονα λέγοντα δοκεῖν ἐς ἐγκώμια καθίστασθαι τοῦ πράγματος; ἀρκεῖ γὰρ καὶ ταῦτα δεικνύναι τὸ σπουδαζόμενον ἡμῖν, ὡς οὐκ ἀποβεβλήσεταί που, ᾗ κομιδῇ σμικρά, γράμμασι γὰρ προστυχὼν χειρὸς ἀστείας, ἐν οἷς ἀρχαῖαι πράξεις οὐκ ἀμούσως ἔχουσαι ἦσαν, οὐκ ἠξίωσα σιωπῇ παρελθεῖν ταῦτα. ἀλλʼ ἵνʼ ἡμῖν μὴ ἐφʼ ἑνὸς τὸ γράμμα προίοι, ἔστω τις ὑποκείμενος, πρὸς ὃν χρὴ τὰ καθʼ ἕκαστα διαρθροῦν, ἵνʼ οὕτω καὶ ὁ λόγος τὸ ἁρμόττον ἔχοι. ΑΧΙΛΛΕΥΣ ΕΝ ΣΚΥΡΩΙ. α . ἡ κομῶσα τῇ σχοίνῳ ἡρωίνη, ὁρᾷς γάρ που τὴν ὑπὸ τῷ ὄρει στιφρὰν τὸ εἶδος καὶ ἐσταλμένην κυανῷ, Σκῦρος, ὦ παῖ, νῆσος, ἣν ὁ θεῖος Σοφοκλῆς ἀνεμώδεα καλεῖ. ἔστι δʼ αὐτῇ καὶ πτόρθος ἐλαίας ἐν ταῖν χεροῖν καὶ ἀμπέλου κλῆμα, ὁ δʼ ὑπὸ τοῖς πρόποσι τοῦ ὄρους πύργος, παρθενεύονται ἐνταῦθα αἱ τοῦ Λυκομήδους κόραι ξὺν τῇ δοκούσῃ παρὰ Θέτιδος ἥκειν, τὸ γάρ τοι Μοιρῶν ἐπὶ τῷ παιδὶ δόγμα τοῦ πατρὸς Νηρέως ἡ Θέτις μαθοῦσα καὶ ὡς ἐπʼ ἄμφω πεπρωμένον αὐτῷ εἴη ἢ ζῆν ἀκλεῶς ἢ εὐκλεᾶ γενόμενον τάχιστα τελευτᾶν, ἀπόθετος αὐτῇ ὁ παῖς ξὺν ταῖς Λυκομήδους θυγατράσιν ἐν Σκύρῳ κρύπτεται κόρη μὲν εἶναι δοκῶν ταῖς ἄλλαις, μίαν δὲ αὐτῶν τὴν πρεσβυτάτην ξὺν ἀπορρήτῳ γνοὺς ἔρωτι, καὶ προιών γε ἐς τόκου ὥραν ὁ χρόνος τὸν Πύρρον ἐκδώσει. ἀλλʼ οὐκ ἐνταῦθα ταῦτα. λειμὼν δὲ πρὸ τοῦ πύργου, ἐπιτήδειος γὰρ ὁ τόπος τῆς νήσου κόραις ἀνθέων ἀφθονίαν δοῦναι καὶ ὁρᾷς γε, ὡς ἄλλη ἀλλαχόσε ἀποσκίδνανται τὰ ἄνθη ἀποκείρουσαι. κάλλος μὲν οὖν ἀμήχανον ἁπασῶν, ἀλλʼ αἱ μὲν ἀτεχνῶς ἐς θήλειαν ὥραν ἀποκλίνουσι βολαῖς τε ὀφθαλμῶν ἁπαλὰ ἐκβλεπούσαις καὶ παρειᾶς ἄνθει καὶ τῇ πρὸς ἕκαστα ὁρμῇ εὖ μάλα τὸ θῆλυ ἐλέγχουσαι, ἡδὶ δὲ ἡ ἀναχαιτίζουσα τὴν κόμην καὶ βλοσυρὰ σὺν ἁβρότητι αὐτίκα μάλα διελεγχθήσεται τὴν φύσιν καὶ τὸ ξὺν ἀνάγκῃ ἐπίπλαστον ἐκδῦσα τὸν Ἀχιλλέα ἐκδείξει· λόγου γὰρ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος τοῦ τῆς Θέτιδος ἀπορρήτου στέλλεται Διομήδης ξὺν Ὀδυσσεῖ ἐπὶ τὴν Σκῦρον διελέγξοντες, ὅπῃ ταῦτα ἔχει. ὁρᾷς δὲ ἄμφω τὸν μὲν καὶ βεβυθισμένον τὴν τῶν ὀφθαλμῶν ἀκτῖνα διὰ πανουργίαν, οἶμαι, καὶ τὸ διαθρεῖν τι ἀεί, ὁ δὲ τοῦ Τυδέως ἔμφρων μέν, ἕτοιμος δὲ τὴν γνώμην καὶ τὸ δραστήριον προτείνων. κατόπιν δὲ αὐτῶν καὶ ὁ τῇ σάλπιγγι σημαίνων τί δὴ βούλεται, καὶ τί τὸ ἦθος τῆς γραφῆς; σοφὸς ὢν Ὀδυσσεὺς καὶ ἱκανὸς τῶν ἀδήλων θηρατὴς πρὸς τὸν τῶν θηρωμένων ἔλεγχον μηχανᾶται τὰ νῦν· ῥίψας γὰρ ἐς τὸν λειμῶνα ταλάρους τε καὶ ὅσα παισὶ κόραις ἐς παιδιὰν εὐπρεπῆ, καὶ πανοπλίαν, αἱ μὲν οὖν Λυκομήδους ἐς τὸ οἰκεῖον χωροῦσιν, ὁ δὲ τοῦ Πηλέως ταλάροις μὲν καὶ κερκίσι χαίρειν λέγει παραλιπὼν αὐτὰ ταῖς κόραις ἤδη, ἐς δὲ τὴν πανοπλίαν ὁρμήσας γυμνοῦταί τε τὸ ἐντεῦθεν — [ β .] ὁ δὲ Πύρρος οὐκ ἄγροικος ἔτι, οὐδʼ ἐν αὐχμῷ σφριγῶν, οἷα βουκόλων νεανιεύματα, ἀλλʼ ἤδη στρατιώτης. ἔστη μὲν γὰρ ἀκοντίῳ ἐπερείσας ἑαυτὸν καὶ ἀποβλέπων ἐς τὴν ναῦν, ἐσθὴς δὲ αὐτῷ φοινικὶς ἐξ ὤμου ἄκρου ἐς τὴν ἀριστερὰν ἀνειλημμένη χεῖρα καὶ λευκὸς ὑπὲρ γόνυ χιτών, τὸ δὲ ὄμμα αὐτῷ γοργὸν μέν, οὐκ ἐν ὁρμῇ δέ, ἀλλʼ ἐν ἀναβολαῖς ἔτι τῷ ἀσχάλλειν τῇ τριβῇ καὶ ἀνατυποῖ τι ἡ γνώμη τῶν ἐν Ἰλίῳ μικρὸν ὕστερον. ἡ κόμη νῦν μὲν ἡσυχάζοντος ἐπικρέμαται τῷ μετώπῳ, ὁρμήσαντος δὲ ἀτακτήσει συναπονεύουσα ταῖς τοῦ θυμοῦ κινήσεσιν. αἱ δὲ ἀνασκιρτῶσαι ἄνετον αἶγες καὶ τὰ ἀτακτοῦντα βουκόλια καὶ ἡ ἐν μέσοις ἐρριμμένη κορύνη σὺν καλαύροπι τοιοῦδε, ὦ παῖ, λόγου ἔχεται· ἀχθόμενος τῇ μητρὶ καὶ τῷ πάππῳ τῆς ἐν τῇ νήσῳ ἕδρας, ἐπειδὴ ἐπʼ Ἀχιλλεῖ τεθνεῶτι δείσαντες περὶ τῷ παιδὶ ἀπώμοτον ἐποιήσαντο τὴν τοῦ Πύρρου ἔξοδον, αἰπολίοις τε καὶ βουσὶν ἑαυτὸν ἐφίστησιν ἀπαυχενίζων τοὺς ἀτιμάζοντας τὴν ἀγέλην ταύρους, οἳ δὴ πρὸς τῷ ἐν δεξιᾷ ἐνδείκνυνται ὄρει. λογίου δὲ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος, ὡς οὐκ ἄλλῳ τῳ ἁλωτὸς ἔσοιτο ἡ Τροία πλὴν τοῖς Αἰακίδαις, στέλλεται ὁ Φοῖνιξ ἐς τὴν Σκῦρον ἀνάξων τὸν παῖδα, καὶ καθορμισάμενος ἐντυγχάνει οἱ οὐκ εἰδότι οὐκ εἰδὼς πλὴν ὅσα τὸ ἁβρόν τε καὶ ἁδρὸν τοῦ εἴδους ὑπεδείκνυ αὐτὸν Ἀχιλλέως εἶναι παῖδα. κἀντεῦθεν γνωρίσας, ὃς εἴη, ἔκπυστος γίγνεται τῷ τε Λυκομήδει καὶ τῇ Δηιδαμείᾳ. ταῦθʼ ἡ τέχνη βραχεῖ τούτῳ γράμματι ἀναδιδάσκειν ἡμᾶς ἐθέλει, γέγραπται δὲ ὡς καὶ ποιηταῖς ᾠδὴν παρασχεῖν. ΜΑΡΣΥΑΣ. β . καθῄρηται ὁ Φρύξ, βλέπει γοῦν ἀπολωλὸς ἤδη διὰ ξύνεσιν ὧν πείσεται, καὶ ὕστατα δὴ αὐλῆσαι πεπίστευκεν οὐκ ἐς καιρὸν ἐς τὸν τῆς Λητοῦς θρασυνάμενος, ἔρριπταί τε αὐτῷ ὁ αὐλὸς ἄτιμος μὴ αὐλεῖν ἔτι, ὡς καὶ νῦν ἀπᾴδων ἐλήλεγκται, καὶ παρέστηκε μὲν τῇ πίτυι, ἀφʼ ἧς κρεμασθήσεσθαι οἶδε ταύτην ἑαυτοῦ καταδικασάμενος δίκην ἀσκὸς δεδάρθαι. ὑποβλέπει δὲ ἐς τὸν βάρβαρον τοῦτον τὴν ἀκμὴν τῆς μαχαίρας παρακονώμενον ἐς αὐτόν, ὁρᾷς γάρ που, ὡς αἱ μὲν χεῖρες ἐς τὴν ἀκόνην αὐτῷ καὶ τὸν σίδηρον, ἀναβλέπει δὲ ἐς τὸν Μαρσύαν γλαυκιῶν τὼ ὀφθαλμὼ καὶ κόμην τινὰ διανιστὰς ἀγρίαν τε καὶ αὐχμῶσαν, τὸ δὲ ἐπὶ τῆς παρειᾶς ἔρευθος φονῶντος, οἶμαι, καὶ ἡ ὀφρὺς δὲ ὑπέρκειται τοῦ ὄμματος ἐς αὐγὴν ξυνηγμένη καὶ διδοῦσά τι τῷ θυμῷ ἦθος, ἀλλὰ καὶ σέσηρεν ἄγριόν τι ὑπὸ τῶν μελλόντων αὐτῷ δρᾶσθαι καὶ οὐκ οἶδʼ, εἴτε χαίρων εἴτε καὶ ἀνοιδούσης ἐς τὴν σφαγὴν τῆς γνώμης. ὁ δὲ Ἀπόλλων γέγραπται διαναπαύων ἑαυτὸν ἐπὶ πέτρας τινός, ἡ λύρα δὲ ἐν ἀριστερᾷ κειμένη ἔτι πλήττεται ὑπὸ τῆς χειρὸς τῆς λαιᾶς ἐμπιπτούσης ἠρεμαίως καὶ οἷον νὴ Δίʼ ἀταλλούσης. ὅρα δὲ καὶ ῥᾴθυμον τὸ τοῦ θεοῦ εἶδος καὶ μειδίαμα ἐπανθοῦν τῷ προσώπῳ, ἥ τε χεὶρ ἡ δεξιὰ ἐπίκειται τῷ κόλπῳ, πρᾴως ξυνέχουσα τὸ πλῆκτρον, καταρρᾳθυμουμένη ὑπὸ τοῦ ἐς τὴν νίκην χαίροντος. αὐτοῦ καὶ ὁ ποταμὸς τοῦ Μαρσύα τὴν ἐπωνυμίαν ἀμείψων. ὅρα μοι καὶ τὴν τῶν Σατύρων ἀγέλην, οἷα θρηνοῦντες τὸν Μαρσύαν γεγράφαται, ὡς ἐπιφαίνοντες τὸ ἀγέρωχον καὶ ἀνεσκιρτηκὸς ξὺν τῷ ἀνιᾶσθαι. ΚΥΝΗΓΕΤΑΙ. γ . τί δʼ οὐκ ἂν εἴποις περὶ τούτων, οὓς ἄγει μὲν ἀπὸ θήρας ἡ γραφή, πηγὴν δʼ αὐτοῖς ἀναδίδωσιν ἀκραιφνῆ ποτίμου τε καὶ διαυγοῦς νάματος; ὁρᾷς δέ που καὶ τὸ περὶ τὴν πηγὴν ἄλσος φύσεως ἔργον, οἶμαι, τῆς σοφῆς· ἱκανὴ γὰρ πάντα, ὅσα βούλεται, καὶ δεῖται τέχνης οὐδέν, ἥ γε καὶ τέχναις αὐταῖς ἀρχὴ καθέστηκε. τί γὰρ ἐνδεῖ πρὸς τὴν τῆς σκιᾶς παρασκευήν; αἱδὶ μὲν αἱ ἡμερίδες ἄγριαι ἀνερπύσασαι ξυμβεβλήκασι τοὺς τῶν κλημάτων κορύμβους ἄλλον ἄλλῳ συνδέουσαι τῶν δένδρων, σμίλαξ δὲ αὕτη καὶ κιττὸς ὁμοῦ τε καὶ καθʼ ἓν διασχόντες πυκνόν τινα τοῦτον καὶ ἡδίω τέχνης ὄροφον ἡμῖν παρέχουσιν. ὁ δὲ τῶν ἀηδόνων χορὸς καὶ τὰ τῶν ἄλλων ὀρνέων μουσεῖα σαφῶς ἡμῖν τὰ τοῦ μελιχροτάτου Σοφοκλέους ἐπὶ γλῶτταν ἄγει πυκνόπτεροι δʼ εἴσω κατʼ αὐτὸν εὐστομοῦσʼ ἀηδόνες, εἰπόντος. ἀλλʼ ὅγε τῶν θηρευτῶν ὅμιλος ἡδεῖς μὲν καὶ στιφροὶ καὶ πνέοντες ἔτι τὸν ἐν τῇ θήρᾳ θυμόν, ἄλλος δὲ ἄλλο τι πράττοντες διαναπαύουσι σφᾶς αὐτούς. οἷον, ὦ θεοί, καὶ ὡς ἡδὺ τὸ σαφὲς τῆς τέχνης, καὶ ὡς ἔστιν ὁρᾶν τὴν ἑκάστου τύχην. στιβὰς μὲν αὐτοσχέδιος αὕτη δικτύων, οἶμαι, ξυγκειμένη δέχεται τοὺς ἄρχοντας, καλὸν εἰπεῖν, τῆς θήρας, καὶ πέντε μὲν οὗτοι, ὁρᾷς δὲ τὸν μεσαίτατον αὐτῶν, ὡς διεγείρας ἑαυτὸν ἔστραπται πρὸς τοὺς ὑπερκατακειμένους τὸν ἑαυτοῦ, μοι δοκεῖν, ἆθλον ἀφηγούμενος καὶ τὸ καταβαλεῖν θάτερον τῶν θηρίων πρῶτος, ἃ δὴ τῶν δρυῶν ἐξήρτηται δικτύοις ἔλαφος, οἶμαι, καὶ σῦς ἐγκείμενα. ἦ γὰρ οὐκ ἐπῆρθαί σοι δοκεῖ καὶ χαίρειν τῷ ἔργῳ; οἱ δʼ ἀτενὲς μὲν ὁρῶσιν ἐς αὐτὸν ἀφηγούμενον, ἅτερος δὲ σφῶν· ἐναποκλίνας ἑαυτὸν τῇ στιβάδι διαναπαύει που καὶ αὐτὸς τάχα ἀναγράφων τι τῆς θήρας οἰκεῖον ἔργον. θάτερον δὲ τοῦ ξυσσιτίου κέρας ὁ μὲν πρὸς τῷ μεσαιτάτῳ κύλικος ἡμιδεοῦς ἐν θατέρᾳ ταῖν χεροῖν οὔσης τὴν δεξιὰν ὑπὲρ τῆς κεφαλῆς περιαγαγὼν τὴν Ἀγροτέραν ᾅδειν μοι δοκεῖ, ὁ δὲ ἐς τὸν διάκονον ὁρῶν σοβεῖν κελεύει τὴν κύλικα. σοφός τε ὁ ζωγράφος καὶ ἀκριβὴς τὴν χεῖρα· ἀνασκοποῦντι γὰρ πάντα παραλέλειπται οὐδὲ τῶν ὀπαόνων οὐδέν· ὅδε μὲν γὰρ τρύφος δένδρου κατειληφὼς κάθηται ἐνεσκευασμένος, ὡς εἶχεν ἐν τῷ περὶ τὴν θήραν δρόμῳ, κἀκ πήρας ἐνημμένης αὐτῷ δειπνῶν, δυεῖν δὲ κυνῶν ὁ μὲν ἐκτείνας ἑαυτὸν πρὸ αὐτοῦ ἐσθίει, ὁ δὲ τοῖς ὀπισθίοις ἐνοκλάσας ἀνέχει τὴν δέρην ἐνδεχόμενος τὰ ἐς αὐτὸν ἀπορριπτούμενα, ὁ δὲ πῦρ ἀνάψας καὶ ἐνθεὶς τῶν σκευῶν, ὅσα πρὸς τοῦτο χρηστά, τὰ πρὸς τὴν δαῖτα ἄφθονα παρέχει σφίσι μάλα ἐπισπέρχων αὐτὸς ἑαυτόν, ἀσκός τε οὗτος εἰκῇ ἔρριπται ποτὸν ἀπαντλεῖν τῷ βουλομένῳ δυεῖν τε θεραπόντοιν ὁ μὲν δαιτρός, οἶμαι, μοίρας τέμνειν φησὶ τῆς ἰσαίας ἐπιμελούμενος ἐν τῷ ἀποτέμνειν, ὁ δʼ ὑπέχει τὸ ὑποδεξόμενον τὰς μοίρας ἴσας που ἀπαιτῶν εἶναι. τὸ γὰρ ἐν θήρᾳ κατά γε τοῦτο διαλλάττον ἐς τύχην οὐδέν. ΗΡΑΚΛΗΣ Η ΑΧΕΛΩΙΟΣ. δ . ζητεῖς ἴσως, τίς ἡ κοινωνία δράκοντός τε, ὃς ἐνταῦθα πολὺς ἀνέστηκεν ἐγείρας τὸν αὐχένα κατὰ νῶτα δαφοινὸς καὶ γένεια καθιεὶς ὑπʼ ὀρθῇ καὶ πριονωτῇ τῇ λοφιᾷ βλέπων τε δεινῶς δεδορκὸς καὶ ἱκανὸν ἐς ἔκπληξιν ἀγαγεῖν, ταύρου τε, ἵππου ὃς ὑπὸ τοσαύτῃ κεραίᾳ γυρώσας τὸν αὐχένα καὶ διασκάπτων τὴν ἐν ποσὶ γῆν ὡς ἐς ἐμβολὴν ἵεται καὶ ἀνδρὸς τούτου ἡμίθηρος, βούπρῳρα μὲν γὰρ αὐτῷ πρόσωπα καὶ γενειὰς ἀμφιλαφὴς πηγαί τε ναμάτων ἐκπλημμυροῦσαι τοῦ γενείου, τό τε συνερρυηκὸς ὡς ἐς θέαν πλῆθος, καὶ ἡ ἐν μέσοις κόρη νύμφη τις, οἶμαι, τουτὶ γὰρ χρὴ νοεῖν τῷ ἀμφʼ αὐτὴν κόσμῳ, καὶ γέρων οὗτος ἐν ἀθύμῳ τῷ εἴδει νεανίας τε ἐκδυόμενος λεοντῆς καὶ ῥόπαλον ἐν ταῖν χεροῖν ἔχων ἡρωίνη τέ τις αὕτη στιφρὰ καὶ πρὸς λόγου τῷ μύθῳ τῆς Ἀρκάδων τροφῆς φηγῷ ἐστεμμένη Καλυδών, οἶμαι, ταῦτα. τίς δὲ ὁ τῆς γραφῆς λόγος; Ἀχελῷος ὁ ποταμός, ὦ παῖ, Δηιανείρας τῆς Οἰνέως ἐρῶν τὸν γάμον σπεύδει καὶ Πειθὼ μὲν ἄπεστι τῶν δρωμένων, ἄλλος δὲ ἄλλοτε δοκῶν ὑπὸ τοῖς ὁρωμένοις εἴδεσιν ἐκπλήξειν ἡγεῖται τὸν Οἰνέα. τοῦτον γὰρ εἶναι γίγνωσκε τὸν ἐν τῇ γραφῇ, κατηφῆ δὲ ἐπὶ τῇ παιδὶ Δηιανείρᾳ ἀθύμως τὸν μνηστῆρα ὁρώσῃ. γέγραπται γὰρ οὐκ αἰδοῖ τὴν παρειὰν ἐξανθοῦσα, ἀλλὰ περιδεὴς οἷα πείσεται τῷ παρὰ φύσιν τῆς συζυγίας. ἀλλʼ ὁ μὲν γενναῖος Ἡρακλῆς ὁ δοῦ πάρεργον φασὶν ἑκουσίως ὑφίσταται τὸν ἆθλον. καὶ τὰ μὲν ἐν ἀναβολαῖς ταῦτα, ἰδοὺ δὲ καὶ ὡς ξυνεστήκασιν ἤδη, καὶ ὅσα μὲν ἐν ἀρχαῖς τῆς διαμάχης, θεοῦ τε καὶ ἀτρέπτου ἥρωος ὑπονοείσθω, τὸ δʼ αὖ τέλος ὁ μὲν ἐς βούκερων ἀναμορφώσας ἑαυτὸν ὁ ποταμὸς ἐπὶ τὸν Ἡρακλέα ὥρμηκεν, ὁ δὲ τῇ λαιᾷ τοῦ δεξιοῦ λαβόμενος κέρως θάτερον τῷ ῥοπάλῳ τῶν κροτάφων ἐκπρεμνίζει, κἀντεῦθεν ὁ μὲν αἵματος ἤδη μᾶλλον ἢ νάματος ἀφίησι κρουνοὺς ἀπαγορεύων, ὁ δὲ Ἡρακλῆς γανύμενος τῷ ἔργῳ ἐς τὴν Δηιάνειραν ὁρᾷ καὶ τὸ μὲν ῥόπαλον αὐτῷ ἐς γῆν ἔρριπται, προτείνει δὲ αὐτῇ τὸ τοῦ Ἀχελῴου κέρας οἷον ἕδνον τοῦ γάμου.