ΗΡΑΚΛΗΣ ΕΝ ΣΠΑΡΓΛΝΟΙΣ. ε . ἀθύρεις, Ἡράκλεις, ἀθύρεις καὶ γελᾷς ἤδη τὸν ἆθλον ἐν σπαργάνοις ὢν καὶ ταῦτα, καὶ τοὺς ἐξ Ἥρας δράκοντας ἑκάτερον ἑκατέρᾳ χειρὶ ἀπολαβὼν οὐδὲν ἐπιστρέφῃ τῆς μητρὸς ἔκφρονος παρεστώσης καὶ περιδεοῦς, ἀλλʼ οἱ μὲν ἤδη παρεῖνται μηκύναντες ἐς γῆν τοὺς ὁλκοὺς καὶ τὰς κεφαλὰς ἐπικλίναντες ταῖς τοῦ νηπίου χερσὶν ὑποφαινούσας τι καὶ τῶν ὀδόντων· κάρχαροι δὲ οὗτοι καὶ ἰώδεις λοφιαί τε αὐτοῖς ὑπὸ τοῦ θανάτου ἐς θάτερα ἐπικρεμεῖς καὶ τὰ ὄμματα οὐ δεδορκότα ἥ τε φολὶς οὐκ ἐξανθοῦσα χρυσῷ καὶ φοίνικι ἔτι, οὐδὲ πρὸς τὰς τῆς κινήσεως τροπὰς ὑπαυγάζουσα, ἀλλʼ ὕπωχρος καὶ ἐν τῷ δαφοινῷ πελιδνός. τὸ δὲ τῆς Ἀλκμήνης εἶδος ἀνασκοποῦντι ἀναφέρειν μὲν ἀπὸ τῆς πρώτης ἐκπλήξεως δοκεῖ, ἀπιστεῖ δὲ νῦν οἷς ἤδη ὁρᾷ, ἡ δʼ ἔκπληξις αὐτὴν οὐδὲ λεχὼ κεῖσθαι ξυνεχώρησεν· ὁρᾷς γάρ που, ὡς ἄβλαυτος καὶ μονοχίτων ἀναπηδήσασα τῆς εὐνῆς ξὺν ἀτάκτῳ τῇ κόμῃ τὰς χεῖρας ἐκπετάσασα βοᾷ, θεράπαιναί τε, ὅσαι παρῆσαν τικτούσῃ, ἐκπλαγεῖσαι ἄλλη ἄλλο τι προσδιαλέγονται τῇ πλησίον. οἱ δὲ ἐν ὅπλοις οὗτοι καὶ ὁ γυμνῷ τῷ ξίφει ἕτοιμος οἱ μὲν Θηβαίων ἔκκριτοι βοηθοῦντες Ἀμφιτρύωνι, ὁ δʼ ὑπὸ τὴν πρώτην ἀγγελίαν σπασάμενος τὸ ξίφος ἐς ἄμυναν ὁμοῦ ἐπέστη τοῖς δρωμένοις, καὶ οὐκ οἶδʼ, εἴτε ἐκπέπληγεν, εἴτε χαίρει λοιπόν· ἡ μὲν γὰρ χεὶρ ἔτʼ ἐν τῷ ἑτοίμῳ, ἡ δὲ τῶν ὀφθαλμῶν ἔννοια χαλινὰ τῇ χειρὶ ἐφίστησιν, οὐδὲ ἔχοντος, ὅ τι καὶ ἀμύναιτο, καὶ χρησμοῦ προμηθείας δεόμενα τὰ παρόντα ὁρῶντος. ταῦτά τοι καὶ ὡδὶ πλησίον ὁ Τειρεσίας θεσπίζων, οἶμαι, ὁπόσος ὁ νῦν ἐν σπαργάνοις ἔσται, γέγραπται δὲ ἔνθεος καὶ μαντικὸν ἐπασθμαίνων. γέγραπται καὶ ἡ νὺξ ἐν εἴδει, ἐν ᾗ ταῦτα, λαμπαδίῳ καταλάμπουσα ἑαυτήν, ὡς μὴ ἀμάρτυρος τοῦ παιδὸς ὁ ἆθλος γένηται. ΟΡΦΕΥΣ. ς . Ὀρφέα τὸν τῆς Μούσης θέλξαι τῇ μουσικῇ καὶ τὰ μὴ μετέχοντα λόγου λογοποιοί φασι πάντες, λέγει δὲ καὶ ὁ ζωγράφος· λέων τε οὖν καὶ σῦς αὐτῷ πλησίον ἀκροαταὶ τοῦ Ὀρφέως καὶ ἔλαφος καὶ λαγωὸς οὐκ ἀποπηδῶντες τῆς ὁρμῆς τοῦ λέοντος καὶ ὅσοις ἐν θήρᾳ δεινὸς ὁ θήρ, ξυναγελάζονται αὐτῷ ῥᾳθύμῳ νῦν ῥᾴθυμοι. σὺ δὲ μηδὲ τοὺς ὄρνιθας ἀργῶς ἴδῃς, μὴ τοὺς μουσικοὺς μόνον, οἷς ἐνευστομεῖν τοῖς ἄλσεσιν ἔθος, ἀλλʼ ὅρα μοι καὶ τὸν κραγέτην κολοιὸν καὶ τὴν λακέρυζαν αὐτὴν καὶ τὸν τοῦ Διὸς ἀετόν. ὁ μέν, ὁπόσος ἄμφω τὼ πτέρυγε ταλαντεύσας ἐξ ἑαυτοῦ ἀτενὲς ἐς τὸν Ὀρφέα βλέπει, οὐδʼ ἐπιστρεφόμενος τοῦ πτωκὸς πλησίον ὄντος, οἱ δὲ ξυγκλείσαντες τὰς γένυς ὅλοι εἰσὶ τοῦ θέλγοντος, λύκοι τε οὗτοι καὶ ἄρνες ἀναμίξ, ᾗ τεθηπότες. νεανιεύεται δέ τι καὶ μεῖζον ὁ ζωγράφος δένδρα γὰρ ἀνασπάσας τῶν ῥιζῶν ἀκροατὰς ἄγει ταῦτα τῷ Ὀρφεῖ καὶ περιίστησιν αὐτῷ. πεύκη τε οὖν καὶ κυπάριττος καὶ κλῆθρος καὶ αἴγειρος αὕτη καὶ ὅσα ἄλλα δένδρα ξυμβαλόντα τοὺς πτόρθους οἷον χεῖρας περὶ τὸν Ὀρφέα ἕστηκε καὶ τὸ θέατρον αὐτῷ ξυγκλείουσιν οὐ δεηθέντα τέχνης, ἵνʼ οἵ τε ὄρνιθες ἐπʼ αὐτῶν καθέζοιντο καὶ ἐκεῖνος ὑπὸ σκιᾷ μουσουργοίη. ὁ δὲ κάθηται ἀρτίχνουν μὲν ἐκβάλλων ἴουλον ἐπιρρέοντα τῇ παρειᾷ, τιάραν δὲ χρυσαυγῆ ἐπὶ κεφαλῆς αἰωρῶν τό τε ὄμμα αὐτῷ ξὺν ἁβρότητι ἐνεργὸν καὶ ἔνθεον ἀεὶ τῆς γνώμης ἐς θεολογίαν τεινούσης. τάχα δέ τι καὶ νῦν ᾅδει καὶ ʽἦρταἰ ἡ ὀφρὺς οἷον ἀποσημαίνουσα τὸν νοῦν τῶν ᾀσμάτων ἐσθής τε αὐτῷ μετανθοῦσα πρὸς τὰς τῶν κινήσεων τροπάς, καὶ τοῖν ποδοῖν ὁ μὲν λαιὸς ἀπερείδων ἐς τὴν γῆν ἀνέχει τὴν κιθάραν ὑπὲρ μηροῦ κειμένην, ὁ δεξιὸς δὲ ἀναβάλλεται τὸν ῥυθμὸν ἐπικροτῶν τοὔδαφος τῷ πεδίλῳ, αἱ χεῖρες δὲ ἡ μὲν δεξιὰ ξυνέχουσα ἀπρὶξ τὸ πλῆκτρον ἐπιτέταται τοῖς φθόγγοις ἐκκειμένῳ τῷ ἀγκῶνι καὶ καρπῷ ἔσω νεύοντι, ἡ λαιὰ δὲ ὀρθοῖς πλήττει τοῖς δακτύλοις τοὺς μίτους. ἀλλʼ ἔσται τις ἀλογία κατὰ σοῦ, ὦ Ὀρφεῦ, καὶ νῦν μὲν θηρία θέλγεις καὶ δένδρα, Θρᾴτταις δὲ γυναιξὶν ἐκμελὴς δόξεις καὶ διασπάσονται σῶμα, ᾧ καὶ θηρία φθεγγομένῳ εὐμενεῖς ἀκοὰς παρέσχεν. ΜΗΔΕΙΑ ΕΝ ΚΟΛΧΟΙΣ. ζ . τίς ἡ βλοσυρὸν μὲν ἐπισκύνιον ὑπὲρ ὀφθαλμῶν αἴρουσα, τὴν δὲ ὀφρὺν ἐννοίας μεστὴ καὶ ἱεροπρεπὴς τὴν κόμην τό τε ὄμμα οὐκ οἶδʼ εἴτε ἐρωτικόν ἤδη, εἴτε τι ἔνθεον ὑποφαίνουσα, αὐτήν τε ἄρρητον ἐκδεικνῦσα τοῦ προσώπου τὴν θέαν; τουτὶ δὴ τὸ τῶν Ἡλιάδων γνώρισμα· Μήδειαν, οἶμαι, χρὴ νοεῖν τὴν Αἰήτου. ἐνορμισάμενος γὰρ τῷ Φάσιδι ὁ τοῦ Ἰάσονος στόλος, ὅτε τὸ χρυσοῦν μετῄει δέρας, καὶ ἐς τὴν τοῦ Αἰήτου παρελθὼν πόλιν ἐρᾷ ἡ κόρη τοῦ ξένου λογισμός τε ὕπεισιν αὐτὴν ἀήθης, καὶ ὅ τι μὲν πέπονθεν, οὐκ οἶδεν, ἀτακτεῖ δὲ τὰς ἐννοίας καὶ τῇ ψυχῇ ἀλύει. ἔσταλται δὲ οὐκ ἐνεργὸς νῦν, οὐδὲ ἐν ξυνουσίᾳ τῶν κρειττόνων, ἀλλʼ ὡς καὶ πολλοῖς ὁρᾶν. τὸ δὲ τοῦ Ἰάσονος εἶδος ἁβρὸν μέν, οὐ μὴν ἔξω τοῦ ἐρρῶσθαι ὄμμα τε αὐτῷ χαροπὸν μὲν ὑπόκειται τῷ τῆς ὀφρύος ἤθει φρονούσης τε καὶ παντὸς ὑπεραιρούσης τοῦ ἀντιξόου, ἰούλῳ τε ἤδη βρύει καθέρποντι καὶ ἡ κόμη ξανθὴ ἐπισαλεύει τῷ μετώπῳ, τὰ δέ γε τῆς στολῆς λευκὸν χιτῶνα ἔζωσται λεοντῆν ἐξηρτημένος καὶ κρηπῖδα ἐνῆπται, ἀκοντίῳ τε ἐπερείσας ἑαυτὸν ἕστηκε, τό τε ἦθος τοῦ προσώπου οἷον μήτε ὑπερφρονεῖν, αἰδεῖται γάρ, μήτε ὑποκεῖσθαι, θαρρεῖ γὰρ τὸν ἆθλον. Ἔρως δὲ ἑαυτοῦ ποιεῖται ταῦτα καὶ τῷ τόξῳ ἐπερείσας ἑαυτὸν ἐναλλὰξ τὼ πόδε ἵστησι τὸ λαμπάδιον ἐς τὴν γῆν τρέψας, ἐπειδὴ ἐν ἀναβολαῖς ἔτι τὰ τοῦ ἔρωτος. ΑΘΥΡΟΝΤΕΣ. η . οἱ ἐν Διὸς αὐλῇ ἀθύροντες Ἔρως, οἶμαι, καὶ Γανυμήδης, εἴ τι χρὴ τὸν μὲν τῇ τιάρᾳ νοεῖν, τὸν δʼ ἀπὸ τοῦ τόξου καὶ τῶν πτερῶν ἐς ἐπίγνωσιν ἄγειν. ἀθύρουσι μὲν οὖν ἀστραγάλοις οὗτοι, γεγράφαται δὲ ὁ μὲν ὑβριστικῶς ἐπιτωθάζων ὁ Ἔρως καὶ πλήρη τῆς νίκης τὸν κόλπον ἀνασείων, ὁ δὲ δυεῖν ἀστραγάλοιν ἔτι τὸν μὲν καὶ αὐτὸν ἀπολωλεκώς, τὸν δʼ ἐφʼ ὁμοίᾳ προπέμπων ἐλπίδι. κατηφὴς δὲ αὐτῷ ἡ παρειὰ καὶ ἡ τοῦ ὄμματος ἀκτὶς καίτοι ἁβροῦ ὄντος βεβυθισμένον τὸ τῆς ἀνίας ἐπισημαίνει. θεαί τε τρεῖς αὗται ἐφεστῶσαί σφισιν, οἶμαι, οὐδʼ ἐφερμηνεύοντος δέονται, Ἀθηνᾶ τε γὰρ αὐτόθεν ἰδόντι δήλη τὴν ὁμόγνιον ποιηταί φασι πανοπλίαν ἀμπεχομένη καὶ γλαυκὸν ὑπὸ τῆς κόρυθος ὁρῶσα ξὺν ἀρρενωπῷ τε τῷ ἤθει τὴν παρειὰν ἐπιφοινίττουσα, ἡδὶ δὲ αὖ τὸ φιλομειδὲς ὑπὸ τῇ τοῦ κεστοῦ ἴυγγι κἀν τῷ γράμματι σημαίνει, Ἥραν δέ γε τὴν τρίτην εἶναι τὸ σεμνὸν καὶ βασιλικὸν τοῦ εἴδους φησί. τί δὴ βούλονται καὶ τίς ἡ τῆς ξυνουσίας αὐταῖς ἀνάγκη; ἄγουσα τοὺς πεντήκοντα ἡ Ἀργὼ ἐνώρμισται τῷ Φάσιδι Βόσπορόν τε καὶ Ξυμπληγάδας διεξελθοῦσα. ὁρᾷς δὲ καὶ τὸν ποταμὸν αὐτὸν ἐν βαθεῖ δόνακι κείμενον, ἐν βλοσυρῷ τῷ εἴδει, κόμη τε γὰρ ἀμφιλαφὴς αὐτῷ καὶ ἀνεστηκυῖα γενειάς τε ὑποφρίττουσα καὶ γλαυκιῶντες ὀφθαλμοί, τό τε ἀθρόον τοῦ ῥεύματος οὐκ ἀπὸ κάλπιδος ἐκχεόμενον, ᾗπερ οὖν εἴωθεν, ἀλλʼ ἀπὸ παντὸς ἐκπλημμῦρον ἐννοεῖν δίδωσιν ἡμῖν, ὁπόσος ἐπιχεῖται τῷ Πόντῳ. τὸν δὲ τῆς ναυτιλίας ἆθλον ἀκούεις, οἶμαι, καὶ ποιητῶν τὸ χρυσοῦν δέρας λεγόντων πασιμέλουσάν τε τὴν Ἀργὼ καὶ Ὁμήρου ᾠδαὶ φράζουσιν. ἀλλʼ οἱ μὲν τῆς Ἀργοῦς ναυβάται ἐν ἐπισκέψει τῶν κατειληφότων, αἱ θεαὶ δὲ ἐς ἱκεσίαν τοῦ Ἔρωτος ἥκουσιν αἰτοῦσαι ξυλλαβεῖν σφισιν ἐπὶ σωτηρίᾳ τῶν πλωτήρων τὴν Αἰήτου Μήδειαν μετελθόντα, μισθὸν δέ οἱ τῆς ὑπουργίας ἡ μήτηρ σφαῖραν προδείκνυσι Διὸς αὐτὴν ἄθυρμα γεγονέναι λέγουσα. ὁρᾷς καὶ τὴν τέχνην ἐν τῇ γραφῇ; χρυσοῦ μὲν αὕτη, ῥαφὴ δὲ αὐτῇ οἵα νοεῖσθαι μᾶλλον ἢ ὁρᾶσθαι, ἕλικάς τε κυανοῦ ἐφʼ ἑαυτῆς ἑλίττουσα καὶ ἀναρριφεῖσα τάχα που τὸ ἀποχωροῦν σέλας μαρμαρυγαῖς ἀστέρων εἰκάζειν αὐτῇ δώσει. ὁ δὲ τοὺς μὲν ἀστραγάλους οὐδὲ ὁρᾷ ἔτι, ῥίψας δὲ αὐτοὺς χαμᾶζε ἐξήρτηται τοῦ τῆς μητρὸς πέπλου ἐπαληθεῦσαι τὴν ὑπόσχεσιν αὐτῷ, οὐ γὰρ ἐλλείψειν τὸν ἆθλον. ΠΕΛΟΨ. θ . ὁ μὲν ὑπὲρ τετρώρων διʼ ἠπείρου μέσης ἱππεύσειν μέλλων ὑπʼ ὀρθῇ τιάρᾳ καὶ Λυδίᾳ στολῇ, Πέλοψ, οἶμαι, θρασὺς ἡνίοχος καλὸν εἰπεῖν. ἴθυνε γάρ ποτε καὶ διὰ θαλάσσης τουτὶ τὸ ἅρμα, Ποσειδῶνος, οἶμαι, δόντος ἄκρᾳ τῇ τοῦ τροχοῦ ἁψῖδι, ὑπʼ ἀδιάντῳ ἄξονι τὰ τῆς γαλήνης διαθέων νῶτα. ὄμμα δʼ αὐτῷ γοργὸν καὶ αὐχὴν ἀνεστηκὼς τὸ τῆς γνώμης ἕτοιμον ἐλέγχει ἥ τε ὀφρὺς ὑπεραίρουσα δηλοῖ καταφρονεῖσθαι τὸν Οἰνόμαον ὑπὸ τοῦ μειρακίου. φρονεῖ γὰρ τοῖς ἵπποις, ἐπειδὴ ὑψαύχενές τε καὶ πολλοὶ τὸν μυκτῆρα καὶ κοῖλοι τὴν ὁπλὴν καὶ τὸ ὄμμα κυάνεοί τε καὶ ἕτοιμοι χαίτην τε ἀμφιλαφῆ κυανῶν ἀπαιωροῦντες αὐχένων, ὃς δὴ θαλασσίων τρόπος. πλησίον δὲ αὐτῶν Ἱπποδάμεια τὴν μὲν παρειὰν αἰδοῖ γράφουσα, νύμφης δὲ στολὴν ἀμπεχομένη βλέπουσά τε ὀφθαλμοῖς οἵοις αἱρεῖσθαι τὸ τοῦ ξένου μᾶλλον. ἐρᾷ τε γὰρ καὶ τὸν γεννήτορα μυσάττεται τοιούτοις ἀκροθινίοις φρονοῦντα, ἃ δὴ καὶ ὁρᾷς, κεφαλὰς ταύτας τῶν προπυλαίων ἀνημμένην ἑκάστην, καὶ σχῆμα δέδωκεν ὁ χρόνος ἴδιον, ὃν ἕκαστος ἀπώλετο σφῶν. τοὺς γὰρ δὴ μνηστῆρας τῆς θυγατρὸς ἥκοντας κτείνων ἀγάλλεται τοῖς γνωρίσμασι τοῦ φόνου. εἴδωλα δὲ ὑπεριπτάμενα σφῶν ὀλοφύρεται τὸν ἑαυτῶν ἀγῶνα τῇ τοῦ γάμου ξυμβάσει ἐφυμνοῦντα, ξυμβῆναι γὰρ δὴ ὁ Πέλοψ, ὡς ἐλευθέρα λοιπὸν ἡ παῖς εἴη τοῦ ἀλάστορος. καὶ ὁ Μυρτίλος δὲ ξυνίστωρ τῆς ξυμβάσεως αὐτοῖν ἐστιν. ὁ δʼ οὐκ ἄποθεν ὁ Οἰνόμαος, ἀλλʼ ἕτοιμον αὐτῷ τὸ ἅρμα καὶ τὸ δόρυ ὑπερτέταται τοῦ δίφρου καταλαβόντι τὸ μειράκιον κτεῖναι, ὁ δὲ τῷ πατρὶ θύων Ἄρει σπεύδει ἄγριος ἰδεῖν καὶ φονῶν τὸ ὄμμα καὶ τὸν Μυρτίλον ἐπισπέρχει. Ἔρως δὲ κατηφὴς τὸν ἄξονα τοῦ ἅρματος ἐντέμνει ἑκάτερον διδοὺς ἐννοεῖν, ὅτι τε ἐρῶσα ἡ κόρη τοῦ ἐρῶντος ἐπὶ τὸν πατέρα ξυμβαίνει καὶ τὰ μέλλοντα περὶ τὴν Πέλοπος οἰκίαν ἐκ Μοιρῶν γίγνεσθαι.