<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0652.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0652.tlg001.perseus-grc2" n="3"><head rend="align(center)">ΚΥΝΗΓΕΤΑΙ.</head><p><label><num value="3">γ</num>.</label> τί δʼ οὐκ ἂν εἴποις περὶ τούτων, οὓς ἄγει μὲν ἀπὸ θήρας ἡ γραφή, πηγὴν δʼ αὐτοῖς ἀναδίδωσιν ἀκραιφνῆ ποτίμου τε καὶ διαυγοῦς νάματος; ὁρᾷς δέ που καὶ τὸ περὶ τὴν πηγὴν ἄλσος φύσεως ἔργον, οἶμαι, τῆς σοφῆς· ἱκανὴ γὰρ πάντα, ὅσα βούλεται, καὶ δεῖται τέχνης οὐδέν, ἥ γε καὶ τέχναις αὐταῖς ἀρχὴ καθέστηκε. τί γὰρ ἐνδεῖ πρὸς τὴν τῆς σκιᾶς παρασκευήν; αἱδὶ μὲν αἱ ἡμερίδες ἄγριαι ἀνερπύσασαι ξυμβεβλήκασι τοὺς τῶν κλημάτων κορύμβους ἄλλον ἄλλῳ συνδέουσαι τῶν δένδρων, σμίλαξ δὲ αὕτη καὶ κιττὸς ὁμοῦ τε καὶ καθʼ ἓν διασχόντες πυκνόν τινα τοῦτον καὶ ἡδίω τέχνης ὄροφον ἡμῖν παρέχουσιν. ὁ δὲ τῶν ἀηδόνων χορὸς καὶ τὰ τῶν ἄλλων ὀρνέων μουσεῖα σαφῶς ἡμῖν τὰ τοῦ μελιχροτάτου Σοφοκλέους ἐπὶ γλῶτταν ἄγει <quote rend="blockquote"><lb/>πυκνόπτεροι δʼ <lb/>εἴσω κατʼ αὐτὸν εὐστομοῦσʼ ἀηδόνες, </quote> εἰπόντος. ἀλλʼ ὅγε τῶν θηρευτῶν ὅμιλος ἡδεῖς μὲν <pb n="p.396"/> καὶ στιφροὶ καὶ πνέοντες ἔτι τὸν ἐν τῇ θήρᾳ θυμόν, ἄλλος δὲ ἄλλο τι πράττοντες διαναπαύουσι σφᾶς αὐτούς. οἷον, ὦ θεοί, καὶ ὡς ἡδὺ τὸ σαφὲς τῆς τέχνης, καὶ ὡς ἔστιν ὁρᾶν τὴν ἑκάστου τύχην. στιβὰς μὲν αὐτοσχέδιος αὕτη δικτύων, οἶμαι, ξυγκειμένη δέχεται τοὺς ἄρχοντας, καλὸν εἰπεῖν, τῆς θήρας, καὶ πέντε μὲν οὗτοι, ὁρᾷς δὲ τὸν μεσαίτατον αὐτῶν, ὡς διεγείρας ἑαυτὸν ἔστραπται πρὸς τοὺς ὑπερκατακειμένους τὸν ἑαυτοῦ, μοι δοκεῖν, ἆθλον <milestone unit="Olearius_page" resp="Olearius" n="867"/> ἀφηγούμενος καὶ τὸ καταβαλεῖν θάτερον τῶν θηρίων πρῶτος, ἃ δὴ τῶν δρυῶν ἐξήρτηται δικτύοις ἔλαφος, οἶμαι, καὶ σῦς ἐγκείμενα. ἦ γὰρ οὐκ ἐπῆρθαί σοι δοκεῖ καὶ χαίρειν τῷ ἔργῳ; οἱ δʼ ἀτενὲς μὲν ὁρῶσιν ἐς αὐτὸν ἀφηγούμενον, ἅτερος δὲ σφῶν· ἐναποκλίνας ἑαυτὸν τῇ στιβάδι διαναπαύει που καὶ αὐτὸς τάχα ἀναγράφων τι τῆς θήρας οἰκεῖον ἔργον. θάτερον δὲ τοῦ ξυσσιτίου κέρας ὁ μὲν πρὸς τῷ μεσαιτάτῳ κύλικος ἡμιδεοῦς ἐν θατέρᾳ ταῖν χεροῖν οὔσης τὴν δεξιὰν ὑπὲρ τῆς κεφαλῆς περιαγαγὼν τὴν Ἀγροτέραν ᾅδειν μοι δοκεῖ, ὁ δὲ ἐς τὸν διάκονον ὁρῶν σοβεῖν κελεύει τὴν κύλικα. σοφός τε ὁ ζωγράφος καὶ ἀκριβὴς τὴν χεῖρα· ἀνασκοποῦντι γὰρ πάντα παραλέλειπται οὐδὲ τῶν ὀπαόνων οὐδέν· ὅδε μὲν γὰρ τρύφος δένδρου κατειληφὼς κάθηται ἐνεσκευασμένος, ὡς εἶχεν ἐν τῷ περὶ τὴν θήραν δρόμῳ, κἀκ πήρας ἐνημμένης αὐτῷ δειπνῶν, δυεῖν δὲ κυνῶν ὁ μὲν ἐκτείνας ἑαυτὸν πρὸ αὐτοῦ ἐσθίει, ὁ δὲ τοῖς ὀπισθίοις ἐνοκλάσας ἀνέχει τὴν δέρην ἐνδεχόμενος τὰ ἐς αὐτὸν ἀπορριπτούμενα, ὁ δὲ πῦρ ἀνάψας καὶ ἐνθεὶς τῶν σκευῶν, ὅσα πρὸς τοῦτο χρηστά, τὰ πρὸς τὴν δαῖτα ἄφθονα παρέχει σφίσι μάλα ἐπισπέρχων αὐτὸς ἑαυτόν, ἀσκός τε οὗτος εἰκῇ ἔρριπται <pb n="p.397"/> ποτὸν ἀπαντλεῖν τῷ βουλομένῳ δυεῖν τε θεραπόντοιν ὁ μὲν δαιτρός, οἶμαι, μοίρας τέμνειν φησὶ τῆς ἰσαίας ἐπιμελούμενος ἐν τῷ ἀποτέμνειν, ὁ δʼ ὑπέχει τὸ ὑποδεξόμενον τὰς μοίρας ἴσας που ἀπαιτῶν εἶναι. τὸ γὰρ ἐν θήρᾳ κατά γε τοῦτο διαλλάττον ἐς τύχην οὐδέν. </p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0652.tlg001.perseus-grc2" n="4"><head rend="align(center)">ΗΡΑΚΛΗΣ Η ΑΧΕΛΩΙΟΣ.</head><p><label><num value="4">δ</num>.</label> ζητεῖς ἴσως, τίς ἡ κοινωνία δράκοντός τε, ὃς ἐνταῦθα πολὺς ἀνέστηκεν ἐγείρας τὸν αὐχένα κατὰ νῶτα δαφοινὸς καὶ γένεια καθιεὶς ὑπʼ ὀρθῇ καὶ πριονωτῇ τῇ λοφιᾷ βλέπων τε δεινῶς δεδορκὸς <milestone unit="Olearius_page" resp="Olearius" n="868"/> καὶ ἱκανὸν ἐς ἔκπληξιν ἀγαγεῖν, ταύρου τε, <del>ἵππου</del> ὃς ὑπὸ τοσαύτῃ κεραίᾳ γυρώσας τὸν αὐχένα καὶ διασκάπτων τὴν ἐν ποσὶ γῆν ὡς ἐς ἐμβολὴν ἵεται καὶ ἀνδρὸς τούτου ἡμίθηρος, βούπρῳρα μὲν γὰρ αὐτῷ πρόσωπα καὶ γενειὰς ἀμφιλαφὴς πηγαί τε ναμάτων ἐκπλημμυροῦσαι τοῦ γενείου, τό τε συνερρυηκὸς ὡς ἐς θέαν πλῆθος, καὶ ἡ ἐν μέσοις κόρη νύμφη τις, οἶμαι, τουτὶ γὰρ χρὴ νοεῖν τῷ ἀμφʼ αὐτὴν κόσμῳ, καὶ γέρων οὗτος ἐν ἀθύμῳ τῷ εἴδει νεανίας τε ἐκδυόμενος λεοντῆς καὶ ῥόπαλον ἐν ταῖν χεροῖν ἔχων ἡρωίνη τέ τις αὕτη στιφρὰ καὶ πρὸς λόγου τῷ μύθῳ τῆς Ἀρκάδων τροφῆς φηγῷ ἐστεμμένη Καλυδών, οἶμαι, ταῦτα. τίς δὲ ὁ τῆς γραφῆς λόγος; Ἀχελῷος ὁ ποταμός, ὦ παῖ, Δηιανείρας τῆς Οἰνέως ἐρῶν τὸν γάμον σπεύδει καὶ Πειθὼ μὲν ἄπεστι τῶν δρωμένων, ἄλλος δὲ ἄλλοτε δοκῶν ὑπὸ τοῖς ὁρωμένοις εἴδεσιν ἐκπλήξειν ἡγεῖται τὸν Οἰνέα. τοῦτον γὰρ εἶναι γίγνωσκε τὸν ἐν τῇ γραφῇ, κατηφῆ <del>δὲ</del> ἐπὶ τῇ παιδὶ <del>Δηιανείρᾳ</del> ἀθύμως τὸν μνηστῆρα ὁρώσῃ. γέγραπται γὰρ οὐκ αἰδοῖ <pb n="p.398"/> τὴν παρειὰν ἐξανθοῦσα, ἀλλὰ περιδεὴς οἷα πείσεται τῷ παρὰ φύσιν τῆς συζυγίας. ἀλλʼ ὁ μὲν γενναῖος Ἡρακλῆς ὁ δοῦ πάρεργον φασὶν ἑκουσίως ὑφίσταται τὸν ἆθλον. καὶ τὰ μὲν ἐν ἀναβολαῖς ταῦτα, <milestone unit="Olearius_page" resp="Olearius" n="869"/> ἰδοὺ δὲ καὶ ὡς ξυνεστήκασιν ἤδη, καὶ ὅσα μὲν ἐν ἀρχαῖς τῆς διαμάχης, θεοῦ τε καὶ ἀτρέπτου ἥρωος ὑπονοείσθω, τὸ δʼ αὖ τέλος ὁ μὲν ἐς βούκερων ἀναμορφώσας ἑαυτὸν ὁ ποταμὸς ἐπὶ τὸν Ἡρακλέα ὥρμηκεν, ὁ δὲ τῇ λαιᾷ τοῦ δεξιοῦ λαβόμενος κέρως θάτερον τῷ ῥοπάλῳ τῶν κροτάφων ἐκπρεμνίζει, κἀντεῦθεν ὁ μὲν αἵματος ἤδη μᾶλλον ἢ νάματος ἀφίησι κρουνοὺς ἀπαγορεύων, ὁ δὲ Ἡρακλῆς γανύμενος τῷ ἔργῳ ἐς τὴν Δηιάνειραν ὁρᾷ καὶ τὸ μὲν ῥόπαλον αὐτῷ ἐς γῆν ἔρριπται, προτείνει δὲ αὐτῇ τὸ τοῦ Ἀχελῴου κέρας οἷον ἕδνον τοῦ γάμου. </p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0652.tlg001.perseus-grc2" n="5"><head rend="align(center)">ΗΡΑΚΛΗΣ ΕΝ ΣΠΑΡΓΛΝΟΙΣ.</head><p><label><num value="5">ε</num>.</label> ἀθύρεις, Ἡράκλεις, ἀθύρεις καὶ γελᾷς ἤδη τὸν ἆθλον ἐν σπαργάνοις ὢν καὶ ταῦτα, καὶ τοὺς ἐξ Ἥρας δράκοντας ἑκάτερον ἑκατέρᾳ χειρὶ ἀπολαβὼν οὐδὲν ἐπιστρέφῃ τῆς μητρὸς ἔκφρονος παρεστώσης καὶ περιδεοῦς, ἀλλʼ οἱ μὲν ἤδη παρεῖνται μηκύναντες ἐς γῆν τοὺς ὁλκοὺς καὶ τὰς κεφαλὰς ἐπικλίναντες ταῖς τοῦ νηπίου χερσὶν ὑποφαινούσας τι καὶ τῶν ὀδόντων· κάρχαροι δὲ οὗτοι καὶ ἰώδεις λοφιαί τε αὐτοῖς ὑπὸ τοῦ θανάτου ἐς θάτερα ἐπικρεμεῖς καὶ τὰ ὄμματα οὐ δεδορκότα ἥ τε φολὶς οὐκ ἐξανθοῦσα χρυσῷ καὶ φοίνικι ἔτι, οὐδὲ πρὸς τὰς τῆς κινήσεως τροπὰς ὑπαυγάζουσα, ἀλλʼ ὕπωχρος καὶ ἐν τῷ δαφοινῷ πελιδνός. τὸ δὲ τῆς Ἀλκμήνης εἶδος ἀνασκοποῦντι ἀναφέρειν μὲν <del>ἀπὸ</del> τῆς πρώτης ἐκπλήξεως δοκεῖ, ἀπιστεῖ δὲ νῦν οἷς ἤδη ὁρᾷ, <pb n="p.399"/> ἡ δʼ ἔκπληξις αὐτὴν οὐδὲ λεχὼ κεῖσθαι ξυνεχώρησεν· ὁρᾷς γάρ που, ὡς ἄβλαυτος καὶ μονοχίτων ἀναπηδήσασα τῆς εὐνῆς ξὺν ἀτάκτῳ τῇ κόμῃ τὰς χεῖρας ἐκπετάσασα βοᾷ, θεράπαιναί τε, ὅσαι παρῆσαν τικτούσῃ, ἐκπλαγεῖσαι ἄλλη ἄλλο τι προσδιαλέγονται τῇ πλησίον. οἱ δὲ ἐν ὅπλοις οὗτοι καὶ ὁ γυμνῷ τῷ ξίφει ἕτοιμος οἱ μὲν Θηβαίων ἔκκριτοι βοηθοῦντες Ἀμφιτρύωνι, ὁ δʼ ὑπὸ τὴν πρώτην ἀγγελίαν σπασάμενος τὸ ξίφος ἐς ἄμυναν ὁμοῦ ἐπέστη τοῖς δρωμένοις, καὶ οὐκ οἶδʼ, εἴτε ἐκπέπληγεν, <milestone unit="Olearius_page" resp="Olearius" n="870"/> εἴτε χαίρει λοιπόν· ἡ μὲν γὰρ χεὶρ ἔτʼ ἐν τῷ ἑτοίμῳ, ἡ δὲ τῶν ὀφθαλμῶν ἔννοια χαλινὰ τῇ χειρὶ ἐφίστησιν, οὐδὲ ἔχοντος, ὅ τι καὶ ἀμύναιτο, καὶ χρησμοῦ προμηθείας δεόμενα τὰ παρόντα ὁρῶντος. ταῦτά τοι καὶ ὡδὶ πλησίον ὁ Τειρεσίας θεσπίζων, οἶμαι, ὁπόσος ὁ νῦν ἐν σπαργάνοις ἔσται, γέγραπται δὲ ἔνθεος καὶ μαντικὸν ἐπασθμαίνων. γέγραπται καὶ ἡ νὺξ ἐν εἴδει, ἐν ᾗ ταῦτα, λαμπαδίῳ καταλάμπουσα ἑαυτήν, ὡς μὴ ἀμάρτυρος τοῦ παιδὸς ὁ ἆθλος γένηται. </p></div></div></body></text></TEI>