ΜΕΛΕΑΓΡΟΣ. ιε . θαυμάζεις ὁρῶν ἐς τοσοῦτον ἀγῶνα κόρην ὁρμῶσαν ἀγρίου τε οὕτω συὸς καὶ τοσούτου ὁρμὴν ὑφισταμένην; ὁρᾷς γάρ, ὡς ὕφαιμον μὲν αὐτῷ τὸ ὄμμα λοφιά τε φρίττουσα καὶ πολὺς ὁ κατὰ τῶν ὀδόντων ἀφρὸς ἐς πολὺ ἀνεστηκότων καὶ τὴν αἰχμὴν ἀτρίπτων τό τε εὖρος, ὡς πρὸς λόγου τῇ βάσει, ἣν δὴ καὶ τὰ ἴχνη ταυτὶ δείκνυσι ταύρων ἀποδέοντα οὐδέν· οὐδὲ γὰρ τούτων παρέλιπέ τι ὁ ζωγράφος ἐντυπώσας αὐτὰ τῇ γραφῇ. τὰ δὲ δρώμενα καὶ δεινὰ ἤδη· ἐμπεπτωκὼς γὰρ ὁ σῦς Ἀγκαίῳ τούτῳ κατὰ τὸν μηρὸν κεῖται ὁ νεανίας ἀθρόον ἐκρέων τὸ αἷμα καὶ ἐς πολὺ ἀνερρωγὼς τοῦ μηροῦ, ὅθεν ἐν χερσὶν ἤδη τοῦ ἄθλου ὄντος ἡ μὲν Ἀταλάντη, ταύτην γὰρ εἶναι τὴν κόρην νοεῖν χρή, πρόχειρον ἐπιθεῖσα τῇ νευρᾷ τὸ βέλος ἀφήσειν μέλλει. ἔσταλται δὲ ἐσθῆτι μὲν ὑπὲρ γόνυ, κρηπῖδα δὲ τοῖν ποδοῖν ἐνῆπται καὶ αἱ χεῖρες ἐς ὦμον γυμναὶ διὰ τὸ ἐνεργοὺς εἶναι τῆς ἐσθῆτος ἐκεῖ ἐς περόνας ξυνεχομένης, τὸ δὲ κάλλος ἀρρενωπὸν ἐκ φύσεως ὂν ἀνίστησιν ὁ καιρὸς ἐπὶ μᾶλλον οὐκ ἐφίμερον βλεπούσης, ἀλλὰ τὰς τῶν ὀφθαλμῶν βολὰς ἐς τὴν τῶν δρωμένων ἔννοιαν τεινούσης. οἱ νεανίαι δὲ οὗτοι Μελέαγρος καὶ Πηλεύς, τούτους γὰρ δὴ τοὺς καθελόντας τὸν σῦν φησὶν ʽεἶναἰ ἡ γραφή, ὁ μὲν ἐπερείσας ἐν προβολῇ τῷ λαιῷ ποδὶ ἑαυτὸν ὁ Μελέαγρος καὶ τὴν βάσιν τηρήσας ἀσφαλῶς ἐκδέχεται τὴν ὁρμὴν τοῦ συὸς λόγχην ὑποστήσας. φέρε δὴ καὶ τὰ περὶ αὐτὸν εἴπωμεν· στιφρὸς μὲν ὁ νεανίας καὶ πάντῃ σφριγῶν, κνῆμαι δʼ αὐτῷ εὐπαγεῖς καὶ ὀρθαὶ φέρειν τε ἔν τε τοῖς δρόμοις ἱκαναὶ καὶ ὑφισταμένῳ τὸν ἐκ χειρὸς ἀγῶνα φύλακες ἀγαθαὶ μηρός τε ξὺν ἐπιγουνίδι ὁμολογῶν τοῖς κάτω καὶ ἰσχίον οἷον διδόναι θαρσεῖν ὡς οὐκ ἀνατραπησομένου ὑπὸ τῆς τοῦ συὸς ἐμβολῆς τοῦ νεανίου πλευρά τε βαθεῖα καὶ γαστὴρ ἀπέριττος καὶ στέρνα τὸ μέτριον προεκκείμενα καὶ βραχίων διηρθρωμένος καὶ ὦμοι πρὸς αὐχένα ἐρρωμένον ξυνάπτοντες καὶ βάσιν αὐτῷ διδόντες κόμη τε ἡλιῶσα καὶ ἀνεστηκυῖα νῦν ὑπὸ τοῦ τῆς ὁρμῆς ἐνεργοῦ καὶ χαροπὸν ἱκανῶς δεδορκὸς τὸ ὄμμα ἥ τε ὀφρὺς οὐκ ἀνειμένη, ἀλλʼ ἐν τῷ θυμῷ πᾶσα καὶ ἡ τοῦ προσώπου κατάστασις οὐδὲ ξυγχωροῦσα περὶ κάλλους τι λέγειν διὰ τὸ ἐπιτετάσθαι, ἐσθὴς δὲ λευκὴ ὑπὲρ γόνυ καὶ κρηπὶς ὑπὲρ σφυρὸν ἔρεισμα ἀσφαλὲς τῇ βάσει, χλαμύδα τε κοκκοβαφῆ ὑπὲρ αὐχένος κολπώσας τὸ θηρίον ὑφίσταται. ταυτὶ μέν σοι τὰ τοῦ Οἰνέως, Πηλεὺς δὲ οὗτος προβέβληται φοινικοῦν φᾶρος, μάχαιρα δὲ αὐτῷ ἡ παρʼ Ἡφαίστου ἐν χερσὶν ἐκδεξομένῳ τὴν τοῦ συὸς ὁρμήν, τὸ δὲ ὄμμα ἄτρεπτος καὶ ὀξὺ ὁρῶν καὶ οἷος μηδὲ ὑπερόριον ἆθλον τὸν ἐς Κόλχους σὺν Ἰάσονι δεῖσαι. ΝΕΣΣΟΣ. ις . μὴ δέδιθι, ὦ παῖ, τὸν Εὔηνον ποταμὸν πολλῷ κυμαίνοντα καὶ ὑπὲρ τὰς ὄχθας αἰρόμενον, γέγραπται γάρ, ἀλλὰ μᾶλλον τὰ ἐν αὐτῷ διασκεψώμεθα, ὅπη τε καὶ ὅπως ἔχει τὰ τῆς τέχνης· ἦ γὰρ οὐκ ἐπιστρέφει σε πρὸς ἑαυτὸν ὁ θεῖος Ἡρακλῆς οὕτως ἐμβεβηκὼς μέσῳ τῷ ποταμῷ καὶ πῦρ ἐκλάμπων ἀπὸ τῶν ὀφθαλμῶν τὸν σκοπὸν μετρούντων τόξον τε ἔχων ἐν τῇ λαιᾷ προβεβλημένῃ, ἔτι καὶ τὴν δεξιὰν ἐν τῷ τῆς ἀφέσεως τοῦ βέλους ἔχων σχήματι; ἐς μαζὸν γὰρ αὕτη. τί δʼ ἂν εἴποις περὶ τῆς νευρᾶς; ἆρʼ οὖν οὐκ αἰσθάνεσθαι δοκεῖς ἐπηχούσης τῇ τοῦ οἰστοῦ ἀφέσει; ποῦ δὲ οὗτος; ὁρᾷς τὸν ὕστατον ἀνασκιρτῶντα κένταυρον; Νέσσος δέ, οἶμαι, οὗτος διαφυγὼν ἐκ τῆς Φολόης τὴν Ἡρακλείαν μόνος χεῖρα, ὅτʼ ἐπιχειροῦντες ἀδίκως αὐτῷ διέφυγεν οὐδεὶς πλὴν οὗτος. οἴχεται δὲ καὶ οὗτος ἄδικος ἐς αὐτὸν φανείς· πορθμεύοντος γὰρ τοὺς δεομένους τούτου ἐπιστὰς ὁ Ἡρακλῆς ξὺν τῇ γυναικὶ Δηιανείρᾳ καὶ τῷ παιδὶ Ὕλλῳ, ἐπειδὴ ἄπορος ὁ ποταμὸς ἐφαίνετο, τὴν γυναῖκα πορθμεῦσαι παρεγγυᾷ, αὐτὸς δὲ ἐπὶ τοῦ δίφρου ξὺν τῷ παιδὶ ἐχώρει διὰ τοῦ ποταμοῦ, κἀνταῦθα ὁ μὲν κακῶς ἰδὼν τὴν γυναῖκα ἀτόποις ἐπετόλμα τῆς ὄχθης ἐπιβάς, ὁ δὲ βοῆς ἀκούσας ὁ Ἡρακλῆς τοξεύει κατὰ τοῦ Νέσσου. γεγράφαται δὲ ἡ μὲν Δηιάνειρα ἐν τῷ τοῦ κινδύνου σχήματι καὶ περιδεὴς ἐς τὸν Ἡρακλέα τὰς χεῖρας τείνουσα, ὁ δὲ Νέσσος ἄρτι τὸν οἰστὸν δεξάμενος καὶ περὶ ἑαυτῷ σφαδάζων οὔπω, δοκεῖν, τὸ ἑαυτοῦ λύθρον ἀπόθετον ἐς Ἡρακλέα τῇ Δηιανείρᾳ δεδωκώς. τὸ δὲ παιδίον ὁ Ὕλλος ἐφέστηκε μὲν τῷ πρώτῳ δίφρῳ κατὰ τῆς ἄντυγος δεθέντων, ὥστε ἀτρεμεῖν, τῶν ἵππων, κροτεῖ δὲ ὑφʼ ἡδονῆς τὰς χεῖρας γέλωτι δοὺς ἃ μήπω ἔρρωται. ΦΙΛΟΚΤΗΤΗΣ. ιζ . ὁ μὲν ἐπὶ τῷ στρατηγεῖν ἔτι καὶ τοὺς ἐκ Μελιβοίας ἐπὶ Τροίαν ἀνάγων τιμωροὺς Μενελάῳ κατὰ τοῦ Φρυγὸς Φιλοκτήτης ὁ τοῦ Ποίαντος γενναῖός που κἀναφέρων ἐς τὴν ὑφʼ Ἡρακλεῖ τροφήν, θεράπων ʽγὰρʼ δὴ γενέσθαι τῷ Ἡρακλεῖ ὁ Φιλοκτήτης ἐκ νηπίου, ὅτε καὶ φορεὺς εἶναί οἱ τῶν τόξων, ἃ δὴ καὶ ὕστερον μισθὸν λαβεῖν παρʼ αὐτοῦ τῆς ἐς τὴν πυρὰν ὑπουργίας — ὁ δὲ νῦν ἐνταῦθα ξυμπεπτωκότι διὰ τὴν νόσον τῷ προσώπῳ ξυννεφῆ ὀφρὺν ἐπὶ τὼ ὀφθαλμὼ ἐφέλκων κάτω που καὶ ἐν βάθει ὄντας καὶ ἀμενηνὸν ὁρῶντας, κόμην τε καὶ αὐχμοῦ πλήρη δεικνὺς καὶ τὴν γενειάδα ὑπανεστηκὼς καὶ φρίττων καὶ ῥάκια αὐτός τε ἀμπισχόμενος καὶ τὸν ταρσὸν καλύπτων τοιόνδε, ὦ παῖ, δίδωσι λόγον· ἀναπλέοντες ἐς Τροίαν οἱ Ἀχαιοὶ καὶ προσχόντες ταῖς νήσοις ἐμαστεύοντο τὸν τῆς Χρύσης βωμόν, ὃν Ἰάσων ποτὲ ἱδρύσατο, ὅτε ἐς Κόλχους ἔπλει, Φιλοκτήτης τε ἐκ τῆς ʽτῶνʼ ξὺν Ἡρακλεῖ μνήμης τὸν βωμὸν τοῖς ζητοῦσι δεικνὺς ἐγχρίψαντος αὐτῷ τοῦ ὕδρου τὸν ἰὸν ἐς θάτερον τοῖν ποδοῖν οἱ μὲν ἐπὶ Τροίαν οἱ Ἀχαιοὶ στέλλονται, ὁ δὲ ἐν Λήμνῳ ταύτῃ κεῖται, διαβόρῳ φησὶ Σοφοκλῆς καταστάζων ἰῷ τὸν πόδα...