ΗΣΙΟΝΗ. ιβ . ταυτὶ μὲν οὐδʼ ἐπιτάττοντος, οἶμαί, τινος ὁ γενναῖος Ἡρακλῆς μοχθεῖ, οὐδʼ ἔστιν εἰπεῖν, ὡς Εὐρυσθεὺς διʼ ὄχλου νῦν αὐτῷ, δεσπόζειν δὲ τὴν ἀρετὴν ἑαυτοῦ τάξας ἐθελουσίους ἄθλους ὑπομένει, ἢ τί μαθὼν φοβερὸν οὕτω κῆτος ὑφίσταται; ὁρᾷς γάρ, ὁπόσοι μὲν αὐτῷ οἱ ὀφθαλμοὶ κυκλοτερεῖς ταυρείαν τὴν ὄψιν ἀποτορνεύοντες καὶ δεινῶς ἐς πολὺ δεδορκότες ἐπισκύνιόν τε ὀφρύων ἀκανθῶδες καὶ ἄγριον ἐφʼ ἑαυτοὺς ἕλκοντες, ὅπως δὲ ὀξεῖα ἡ τοῦ στόματος ἐκβολὴ καρχάρους καὶ τριστοίχους ὀδόντας ἐκφαίνουσα, ὧν οἱ μὲν ἀγκιστρώδεις καὶ ἀνεστραμμένοι κατέχειν τὰ ληφθέντα, οἱ δὲ ὀξεῖς τὴν αἰχμὴν καὶ ἐς πολὺ ἀνεστῶτες, ὅση δὲ ἡ κεφαλὴ σκολιοῦ καὶ ὑγροῦ τοῦ αὐχένος ἐξιοῦσα. μέγεθος δὲ ἄπιστον μὲν εἰπεῖν ἐν μικρῷ, ἡ δὲ ὄψις νικᾷ τοὺς ἀπιστοῦντας. ἐκκυρτουμένου γὰρ οὐχ ἅπαξ, ἀλλὰ κατὰ πολλὰ μέρη τοῦ κήτους τὰ μὲν ὕφαλα διαφαίνεται τὸ ἀκριβὲς τῆς ὄψεως κλέπτοντα τῷ βάθει, τὰ δὲ ἀνίσχει νησῖδες ἂν τοῖς ἀπειροθαλάττοις δόξαντα. ἀτρεμοῦντι προσετύχομεν τῷ κήτει, κινούμενον δὲ νυνὶ σφοδροτάτῃ ῥύμῃ πολὺν ἐγείρει ῥοθίου κτύπον ἐν γαλήνῃ καὶ ταῦτα, καὶ κλύδων οὗτος ὑπὸ τῆς ἐμβολῆς αὐτοῦ διανιστάμενος ὁ μὲν περὶ τοῖς ἐκφαινομένοις μέρεσι κυμαίνει περικλύζων αὐτὰ καὶ διαλευκαίνων κάτωθεν, ὁ δὲ τῆς ᾐόνος μέρος βέβληκεν ἥ τε τῶν οὐραίων ἀνάκλασις ἐπὶ πολὺ τὴν θάλατταν ἐς ὕψος ἀναρριπτούντων ἱστία νεὼς ἂν ἀπεικασθείη ποικίλως προσαυγάζοντα. ἀλλʼ οὐκ ἐκπλήττεται ταῦτα ὁ θεσπέσιος οὗτος, ἀλλʼ ἡ μὲν λεοντῆ καὶ τὸ ῥόπαλον ἐν ποσὶν αὐτῷ ἕτοιμα πρὸς τὴν χρείαν, εἰ τούτων δεήσειεν, ἕστηκε δὲ γυμνὸς ἐν προβολῇ, τὸν μὲν ἀριστερὸν προτείνας πόδα ὄχημα εἶναι τῷ παντὶ σώματι μεθισταμένῳ πρὸς τὸ τῆς κινήσεως ὀξύρροπον, καὶ τῆς πλευρᾶς δὲ τῆς ἀριστερᾶς ἅμα τῇ χειρὶ προεκκειμένης πρὸς τὴν ἐπίτασιν τοῦ τόξου τὰ δεξιὰ ὑπέσταλται τῆς δεξιᾶς χειρὸς πρὸς τὸν μαστὸν τὴν νευρὰν ἑλκούσης. τὴν δʼ αἰτίαν, ὦ παῖ, μὴ ζητῶμεν τούτων, ἡ γὰρ τῶν πετρῶν ἀνημμένη κόρη πρόκειται τῷ κήτει βορά, Ἡσιόνην δʼ αὐτὴν Λαομέδοντος παῖδα νομίζωμεν. ποῖ δὲ οὗτος; ἔσω, μοι δοκεῖν, τοῦ τῆς πόλεως τείχους ἐν περιωπῇ τῶν πραττομένων. ὁρᾷς γὰρ πόλεως κύκλον καὶ τὰς ἐπάλξεις ἀνθρώπων μεστὰς καὶ ὡς ἀνατετάκασιν ἐς οὐρανὸν εὐχόμενοι τὰς χεῖρας τάχα που δεδοικότες ὑπʼ ἐκπλήξεως περιττῆς, μὴ καὶ προσβάλλοι τῷ τείχει τὸ κῆτος, ἐπειδὴ ὡς χερσεῦσον ὥρμηκε. τὸ δὲ τῆς κόρης κάλλος ὁ καιρὸς ἐφερμηνεύειν ἐπʼ ἀκριβὲς οὐκ ἐᾷ, τὸ γὰρ περὶ τῇ ψυχῇ δέος καὶ ὁ ἐπὶ τοῖς ὁρωμένοις ἀγὼν ἀπομαραίνει μὲν τὸ τῆς ὥρας ἄνθος, δίδωσι δʼ ὅμως τοῖς ὁρῶσιν ἐκ τῶν παρόντων τὸ ἐντελὲς στοχάσασθαι. ΣΟΦΟΚΛΗΣ. ιγ . τί δὴ μέλλεις, ὦ θεῖε Σοφόκλεις, τὰ τῆς Μελπομένης δέχεσθαι δῶρα; τί δʼ ἐς γῆν ὁρᾷς; ὡς ἔγωγʼ οὐκ οἶδα, εἴτε ἀθροίζων ἐννοίας ἤδη, εἴθʼ ὑπὸ τῆς πρὸς τὴν θεὸν ἐκπλήξεως. ἀλλὰ θάρσει, ὦ ʼγαθέ, καὶ δέχου τὰ διδόμενα. ἀπόβλητα γὰρ οὐκ εἶναι τὰ θεῶν δῶρα οἶσθά που ἐξ ἑνὸς τῶν Καλλιόπης θιασωτῶν ἀκούσας. ὁρᾷς γὰρ καὶ τὰς μελίττας, ὡς ὑπερπέτονταί σου καὶ βομβοῦσιν ἡδύ τι καὶ θεῖον ἐπιλείβουσαι σταγόνας ἀπορρήτους τῆς οἰκείας δρόσου· τουτὶ γὰρ καὶ τῆς σῆς ποιήσεως διαφύσεται παντὸς μᾶλλον. ἦ πού τις καὶ ἀναφθέγξεται μικρὸν ὕστερον ἐπὶ σοὶ Μουσῶν εὐκόλων ἀνθρήνιον λέγων καὶ δεδοικέναι τῳ παρεγγυήσει, μή πη λάθῃ τις ἐκπτᾶσα τοῦ σοῦ στόματος μέλιττα καὶ τὸ κέντρον ἀφυλάκτως ἐγχρίσασα. ὁρᾷς δέ που καὶ τὴν θεὸν αὐτὴν τὸ μὲν ὑψήγορον καὶ ἐπηρμένον τῆς γνώμης ἀπόθετον ἔχουσαν ἐς σὲ νῦν καὶ μειδιάματι εὐμενεῖ τὸ δῶρον μετροῦσαν. Ἀσκηλπιὸς δέ, οἶμαι, οὗτος ἐγγὺς παιᾶνα που παρεγγυῶν γράφειν καὶ κλυτομήτης οὐκ ἀπαξιῶν παρὰ σοῦ ἀκοῦσαι βλέμμα τε αὐτοῦ πρὸς σὲ φαιδρότητι μεμιγμένον τὰς παρὰ μικρὸν ὕστερον ἐπιξενώσεις αἰνίττεται. ΥΑΚΙΝΘΟΣ. ιδ . πυθώμεθα τοῦ μειρακίου, ὦ παιδίον, τίς τε αὐτὸς εἴη καὶ τίς ἡ αἰτία τῆς Ἀπόλλωνος αὐτῷ παρουσίας, θαρσήσει γὰρ ἡμᾶς γοῦν προσβλέψαι. οὐκοῦν ὁ μὲν Ὑάκινθος εἶναί φησιν ὁ Οἰβάλου, μαθόντας δὲ τοῦτο χρὴ λοιπὸν καὶ τὴν αἰτίαν τῆς τοῦ θεοῦ παρουσίας γιγνώσκειν· ἐρῶν ὁ τῆς Λητοῦς τοῦ μειρακίου πάντα δώσειν αὐτῷ φησιν, ὅσα ἔχει, τὸ ξυνεῖναί οἱ προσεμένῳ, τοξείαν τε γὰρ καὶ μουσικὴν διδάξειν καὶ μαντικῆς ἐπαίειν καὶ λύρας μὴ ἀπῳδὸν εἶναι καὶ τοῖς ἀμφὶ παλαίστραν ἐπιστήσειν, δώσειν δὲ ὑπὲρ κύκνων αὐτὸν ὀχούμενον περιπολεῖν χωρία, ὅσα Ἀπόλλωνος φίλα. ταυτὶ μὲν ὁ θεός, γέγραπται δὲ ἀκειρεκόμης μέν, τὸ εἰωθός, φαιδρὰν δὲ ὀφρὺν ὑπὲρ ὀφθαλμῶν ἐγείρων, ὧν ἀκτῖνες οἷον ἐκλάμπουσι, καὶ μειδιάματι ἡδεῖ τὸν Ὑάκινθον θαρσύνων προτείνων τε τὴν δεξιὰν ἐπὶ τῇ αὐτῇ αἰτίᾳ. τὸ μειράκιον δὲ ἐς γῆν μὲν ἀτενὲς ὁρᾷ, πολλὴ δὲ ἡ τῶν ὀφθαλμῶν ἔννοια, γάνυταί τε γὰρ ἐφʼ οἷς ἀκούει, καὶ τὸ θάρσος ἔτι μέλλον αἰδοῖ μίγνυσιν. ἕστηκε δὲ τὰ μὲν ἀριστερὰ τοῦ σώματος ἁλιπορφύρῳ χλανίδι καλύπτων, ἃ δὴ καὶ ὑπέσταλται, ἀκοντίῳ δὲ τὴν δεξιὰν ἐπερείδει ἐκκειμένῳ τῷ γλουτῷ καὶ τῇ πλευρᾷ διορωμένῃ, βραχίων τε οὑτοσὶ γυμνὸς δίδωσιν ἡμῖν καὶ τὰ μὴ ὁρώμενα ἐλέγχειν. σφυρὸν μὲν αὐτῷ κοῦφον ἐπʼ εὐθείᾳ τῇ κνήμῃ καὶ ἐπιγουνὶς αὕτη ἐλαφρὰ ὑπὲρ κνήμης μηροί τε ἀπέριττοι καὶ ἰσχίον ἀνέχον τὸ λοιπὸν σῶμα πλευρά τε εὔπνουν ἀποτορνεύουσα τὸ στέρνον καὶ βραχίων ξὺν ἁπαλότητι σφριγῶν καὶ αὐχὴν ἀνεστηκὼς τὸ μέτριον ἡ κόμη τε οὐκ ἄγροικος, οὐδὲ ἐν αὐχμῷ ἀνεστηκυῖα, ἀλλʼ ἐπικρεμαμένη τῷ μετώπῳ, ξυναπονεύουσα δὲ ταῖς τοῦ ἰούλου ἀρχαῖς. ὁ δʼ ἐν ποσὶ δίσκος ἔχων καὶ σκοτεινόν τι περὶ ἑαυτὸν Ἔρως τε καθορῶν φαιδρὸς ἅμα καὶ κατηφής, καὶ Ζέφυρος ἐκ περιωπῆς ἄγριον ὑποφαίνων τὸ ὄμμα αἰνίττεται ὁ ζωγράφος τὴν ἀπώλειαν τοῦ μειρακίου, δισκεύοντι δὲ τῷ Ἀπόλλωνι πλάγιος ἐμπνεύσας ἐμβαλεῖ τῷ Ὑακίνθῳ τὸν δίσκον.