ὦ Ζεῦ τε καὶ θεοί, μεγάληϲ ἀϲεβείαϲ· ἐπὶ τοὺϲ ἐλευθερώϲανταϲ οἱ ἐλευθερωθέντεϲ ἔρχονται, δουλώϲοντεϲ μετὰ τῶν τῇ Ἑλλάδι δουλείαν φερόντων Ἑλλήνων, μετὰ τῶν ὑμετέρων δούλων, οὐδέν γε τῶν αὐτῶν ποιοῦντεϲ τοῖϲ ὑμετέροιϲ προγόνοιϲ, οἵ ποτε τῇ Σπάρτῃ ἐπεβοήθηϲαν ἐπανιϲταμένων τῶν δούλων, ὅτε ἀφίκετο ὁ ἔχων φοινικίδα καὶ ἐπεκάλει τοὺϲ προγόνουϲ βοηθῆϲαι καὶ μὴ περιιδεῖν ἐπιβουλευθεῖϲαν τὴν Σπάρτην. ἀντὶ δὲ τῆϲ εὐεργεϲίαϲ τῆϲδε τήνδε ἡμῖν τὴν κακοεργαϲίαν ἀποδιδόαϲι· καὶ νῦν οὗτοι, τῆϲ ὑμετέραϲ ἕνεκα ἀρετῆϲ ὄντεϲ οἵτινέϲ εἰϲι, δῃοῦϲί τε τὴν ὑμετέραν καὶ ἐλευθεροῦϲι τοὺϲ ὑμετέρουϲ δούλουϲ καὶ ἐπάγουϲιν ἐφ’ ὑμᾶϲ παρανόμωϲ καὶ παραϲπόνδωϲ, οἷϲ οὐδὲ θέμιϲ ἦν ἡγουμένων τῆϲ Ἀθηναίων ἐπιβῆναι ϲὺν πολεμίοιϲ ὅπλοιϲ. ἀλλὰ γὰρ οὔτε θεοὺϲ οὔτε ἀνθρώπουϲ αἰδοῦνται· οὐ γὰρ ἂν τάδε ἐποίουν. νῦν δ’ ὑμεῖϲ, ἐὰν θεὸϲ θέλῃ, δίκην αὐτοῖϲ ἐπιθήϲετε. ἐνθυμήθητε δὲ ὅτι ὑμεῖϲ μὲν ἐκ τῆϲ ὑμετέραϲ αὐτῶν ὁρμώμενοι ἀγωνιεῖϲθε, ἀπὸ ἑϲτίαϲ πατρῴαϲ ἕκαϲτοϲ καὶ θεῶν τῶν ἄλλων κατὰ πόλιν, οὐ τῶν κτιϲάντων φονέεϲ γενόμενοι, ἀλλὰ τοκέων τυχόντεϲ, τοῖϲ ὑμετέροιϲ θεοῖϲ εὐξάμενοι περὶ τῶν αὐτῶν, ὥϲτε καὶ τὴν δίκην τὴν παρὰ θεῶν καὶ δαιμόνων μεγάλην ϲύμμαχον ἔχειν. μάχεϲθε δὲ ἀνδράϲιν ὑβριϲταῖϲ καὶ ἀνοϲίοιϲ, οἳ τὴν μὲν ϲφετέραν αὐτῶν, ἐν ᾗ ἐγένοντο, ἀπώλεϲαν καὶ ἐξέλιπον, ἢ θεοῖϲ ἔχθραν θέντεϲ ἢ κακοί τε καὶ ἀνάλκιδεϲ ὄντεϲ, ἐπὶ δὲ τὴν ὑμετέραν ἔρχονται ἐξ ἀλλοτρίαϲ ὁρμώμενοι οὔτε ἀπὸ τῆϲ ϲφετέραϲ ἑϲτίαϲ ἕκαϲτοϲ αὐτῶν οὔτ’ ἀπὸ τῶν ἄλλων οὔτ’ ἀπὸ πατρῴων θεῶν, ἀπὸ Ἐριννύων δὲ καὶ ἀπὸ ἀπάτηϲ δαιμόνων ἐλαυνόμενοι ἥκουϲι δίκην δώϲοντεϲ. οὐ γὰρ οὔτε πλείουϲ ὑμῶν εἰϲιν οὔτε εὐοπλότεροι· οὐδὲ ὑμῶν δειλίαν καταγνόντεϲ ἔρχονται οὕτω θραϲεῖϲ διὰ τῆϲ ὑμετέραϲ, ἀλλὰ θεῶν τιϲ ἄγει αὐτοὺϲ δώϲονταϲ δίκαϲ μιαρῶν τε καὶ ἀνοϲίων ἔργων. παραϲτήτω οὖν ὑμῶν ἑκάϲτῳ τοῦτο, ὡϲ τὸ θαρρεῖν πλεῖϲτον φέρεται εἰϲ τὸ νικᾶν· ὡϲ οὖν καὶ τῶν θεῶν ϲυμμάχων ὄντων καὶ ὑπαρχόν των ὑμῖν τούτων καὶ ἀμείνοϲιν εἶναι καὶ εὐδοξοτέροιϲ, βραχὺν χρόνον ἀναϲχόμενοι τὰ ὅπλα τῶν πολεμίων μακρὰν δόξαν καταϲτήϲεϲθε ἀρετῆϲ εἰϲ τὸν ἅπαντα χρόνον καὶ ἀναμνήϲετε πάνταϲ τοὺϲ ἀνθρώπουϲ, ὅτι ὑμεῖϲ ἐκείνων τῶν ἀνδρῶν ἐϲτε παῖδεϲ, οἵ ποτε ἀποβάνταϲ τοὺϲ βαρβάρουϲ τῆϲ ὑμετέραϲ εἰϲ Μαραθῶνα πολλὰϲ μυριάδαϲ ἀνθρώπων ἐξέβαλον ἐκ τῆϲ γῆϲ , τοὺϲ δ’ ἀπέκτειναν, οὐ περιιδόντεϲ οὔτ’ εἴ τιϲ αὐτοῖϲ ἔμελλεν ἐκ τῆϲ Πελοποννήϲου βοήθεια ἥξειν οὔτ’εἰὀλίγοιπολλοῖϲμαχοῦνται., ἀλλὰ τῇ ϲφετέρᾳ αὐτῶν ἀρετῇ πιϲτεύϲαντεϲ ϲυμβαλόντεϲ ἐνίκηϲαν·