ταῦτα μὲν γὰρ τῶν παλαιῶν μαρτύρια ἀρετῆϲ πατέρων· τῶν δὲ νέων ἄλλα τε πολλὰ καὶ ὅτι τῷ βαρβάρῳ ϲτρατῷ ὑποχωρήϲαντεϲ ἐκ τῆϲ πατρίδοϲ καὶ αὐτοὶ καὶ τὰ τέκνα, ὁρμώμενοι ἐκ τῆϲ Σαλαμῖνοϲ ἠλευθερώϲατε πᾶϲαν τὴν Ἑλλάδα καὶ τούτουϲ, οἳ νῦν ἐφ’ ὑμᾶϲ ἔρχονται. ὦ Ζεῦ τε καὶ θεοί, μεγάληϲ ἀϲεβείαϲ· ἐπὶ τοὺϲ ἐλευθερώϲανταϲ οἱ ἐλευθερωθέντεϲ ἔρχονται, δουλώϲοντεϲ μετὰ τῶν τῇ Ἑλλάδι δουλείαν φερόντων Ἑλλήνων, μετὰ τῶν ὑμετέρων δούλων, οὐδέν γε τῶν αὐτῶν ποιοῦντεϲ τοῖϲ ὑμετέροιϲ προγόνοιϲ, οἵ ποτε τῇ Σπάρτῃ ἐπεβοήθηϲαν ἐπανιϲταμένων τῶν δούλων, ὅτε ἀφίκετο ὁ ἔχων φοινικίδα καὶ ἐπεκάλει τοὺϲ προγόνουϲ βοηθῆϲαι καὶ μὴ περιιδεῖν ἐπιβουλευθεῖϲαν τὴν Σπάρτην.