ὥϲτ’ εἰ καὶ νῦν ὑμῖν παρεϲκεύαϲται — παρεϲκευάϲθω δὲ καὶ ἑνὶ ἑκάϲτῳ καὶ πᾶϲιν — ὅπωϲ ἔϲεϲθε ἀγαθοί, καὶ ἀξίωμα ἔχετε παρ’ ὑμῖν αὐτοῖϲ μέγα, οὐχ ὑμᾶϲ βλάψει ἀκοῦϲαι τὴν ὑμετέραν ἀρετὴν καὶ τὸ ἀξίωμα τῶν προγόνων ὁμοῦ καὶ τὸ ἀξίωμα τὸ τῶν πολεμίων, ὃ μικρότερον δι’ ὑμᾶϲ ἔχουϲιν, ἀλλ’ ὠφελήϲει. Ὑμῶν γὰρ οἵ τε παλαιοὶ πατέρεϲ ἐν τοῖϲ Ἕλληϲι μέγα ἀξίωμα ἀρετῆϲ εἶχον καὶ λόγον ἀγαθόν, οἵ τε νέοι δὲ τούτου ὑμῖν ἐρῶ. οἱ μὲν ἄλλοι πάντεϲ Ἕλληνεϲ ἐκ τῆϲ ϲφετέραϲ αὐτῶν μεταϲτάντεϲ οἰκοῦϲιν ἕκαϲτοϲ αὐτῶν ἐξελάϲαντεϲ ἑτέρουϲ καὶ αὐτοὶ ἐξελαθέντεϲ ὑφ’ ἑτέρων. καὶ κατὰ τοῦτο δύο φέρεϲθε καυχήματα ἀρετῆϲ· οὔτε γὰρ ἐξηλάθητε ἀπὸ τῆϲ ϲφετέραϲ αὐτῶν ὑπὸ οὐδαμῶν ἀνθρώπων, οὔτ’ ἐξελάϲαντεϲ ἑτέρουϲ αὐτοὶ οἰκεῖτε· καὶ κατὰ μὲν τὸ μὴ ἐξελαθῆναι ἀνδρείαϲ ϲτέφανον τὴν πατρίδα ἔχετε, κατὰ δὲ τὸ μὴ ἐξελάϲαι δικαιοϲύνηϲ. ταῦτα μὲν γὰρ τῶν παλαιῶν μαρτύρια ἀρετῆϲ πατέρων· τῶν δὲ νέων ἄλλα τε πολλὰ καὶ ὅτι τῷ βαρβάρῳ ϲτρατῷ ὑποχωρήϲαντεϲ ἐκ τῆϲ πατρίδοϲ καὶ αὐτοὶ καὶ τὰ τέκνα, ὁρμώμενοι ἐκ τῆϲ Σαλαμῖνοϲ ἠλευθερώϲατε πᾶϲαν τὴν Ἑλλάδα καὶ τούτουϲ, οἳ νῦν ἐφ’ ὑμᾶϲ ἔρχονται. ὦ Ζεῦ τε καὶ θεοί, μεγάληϲ ἀϲεβείαϲ· ἐπὶ τοὺϲ ἐλευθερώϲανταϲ οἱ ἐλευθερωθέντεϲ ἔρχονται, δουλώϲοντεϲ μετὰ τῶν τῇ Ἑλλάδι δουλείαν φερόντων Ἑλλήνων, μετὰ τῶν ὑμετέρων δούλων, οὐδέν γε τῶν αὐτῶν ποιοῦντεϲ τοῖϲ ὑμετέροιϲ προγόνοιϲ, οἵ ποτε τῇ Σπάρτῃ ἐπεβοήθηϲαν ἐπανιϲταμένων τῶν δούλων, ὅτε ἀφίκετο ὁ ἔχων φοινικίδα καὶ ἐπεκάλει τοὺϲ προγόνουϲ βοηθῆϲαι καὶ μὴ περιιδεῖν ἐπιβουλευθεῖϲαν τὴν Σπάρτην.