ὥϲτ’ εἰ καὶ νῦν ὑμῖν παρεϲκεύαϲται — παρεϲκευάϲθω δὲ καὶ ἑνὶ ἑκάϲτῳ καὶ πᾶϲιν — ὅπωϲ ἔϲεϲθε ἀγαθοί, καὶ ἀξίωμα ἔχετε παρ’ ὑμῖν αὐτοῖϲ μέγα, οὐχ ὑμᾶϲ βλάψει ἀκοῦϲαι τὴν ὑμετέραν ἀρετὴν καὶ τὸ ἀξίωμα τῶν προγόνων ὁμοῦ καὶ τὸ ἀξίωμα τὸ τῶν πολεμίων, ὃ μικρότερον δι’ ὑμᾶϲ ἔχουϲιν, ἀλλ’ ὠφελήϲει. Ὑμῶν γὰρ οἵ τε παλαιοὶ πατέρεϲ ἐν τοῖϲ Ἕλληϲι μέγα ἀξίωμα ἀρετῆϲ εἶχον καὶ λόγον ἀγαθόν, οἵ τε νέοι δὲ τούτου ὑμῖν ἐρῶ. οἱ μὲν ἄλλοι πάντεϲ Ἕλληνεϲ ἐκ τῆϲ ϲφετέραϲ αὐτῶν μεταϲτάντεϲ οἰκοῦϲιν ἕκαϲτοϲ αὐτῶν ἐξελάϲαντεϲ ἑτέρουϲ καὶ αὐτοὶ ἐξελαθέντεϲ ὑφ’ ἑτέρων. καὶ κατὰ τοῦτο δύο φέρεϲθε καυχήματα ἀρετῆϲ· οὔτε γὰρ ἐξηλάθητε ἀπὸ τῆϲ ϲφετέραϲ αὐτῶν ὑπὸ οὐδαμῶν ἀνθρώπων, οὔτ’ ἐξελάϲαντεϲ ἑτέρουϲ αὐτοὶ οἰκεῖτε· καὶ κατὰ μὲν τὸ μὴ ἐξελαθῆναι ἀνδρείαϲ ϲτέφανον τὴν πατρίδα ἔχετε, κατὰ δὲ τὸ μὴ ἐξελάϲαι δικαιοϲύνηϲ.