<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0649.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="11"><p>τοῦτο δὲ Πλαταιᾶϲι μετὰ τῶν ἄλλων Ἑλλήνων ταὐτὰ φρονούντων ἐνίκων μαχόμενοι. ἐνίκηϲαν
            δὲ καὶ ἐπ’ Ἀρτεμιϲίῳ τῆϲ Εὐβοίαϲ ναυμαχοῦντεϲ καὶ πρὸ Σαλαμῖνοϲ, ὥϲτε εἰϲ τόδε
            ἡμέραϲ ϲωτῆρεϲ τῆϲ Ἑλλάδοϲ ὀνομάζεϲθαι. </p></div><div type="textpart" subtype="section" n="12"><p>πολλοὺϲ δὲ καὶ ἄλλουϲ ἀγῶναϲ καὶ καλοὺϲ ἠγωνίϲαντο οἱ ὑμέτεροι πατέρεϲ, ὧν τῆϲ νίκηϲ
            τῶν ἄθλων ὅροι πεπήγαϲιν πολλῶν ἡμερῶν πλοῦν ἀπὸ τῆϲ ὑμετέραϲ πόλειϲ μεγάλαι,
            ὑπακούουϲαι τοῦ ὑμετέρου κήρυκοϲ. </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">Εὐξάμενοι οὖν τοῖϲ θεοῖϲ τοῖϲ Ὀλυμπίοιϲ, οἳ ὑμῖν κατὰ τὸ εἰκὸϲ πλέον
            νεμοῦϲιν ἢ τοῖϲ πολεμίοιϲ, † εὐχῇ ϲυμβαλλομένῃ τοῖϲ ἀνδράϲι. θαρρεῖτε δὲ καὶ ἴϲα
            νεμόντων τῶν θεῶν <add>ὡϲ</add> εὖ ἀγωνιεῖϲθε· τὰ ἱερὰ καλὰ καὶ τὸ δίκαιον ὑμῖν μὲν
            θαρρεῖν παρέξει, ἐκείνοιϲ δὲ δεδιέναι. ἃ δὲ μάλιϲτα ἄνδραϲ τελέουϲ παροξύνει, ὑμῶν αὐτῶν
            ἀκούϲατε, πόλεώϲ τε μέγεθοϲ καὶ εὐδαιμονίαν καὶ δόξαν, ἣν ἕκαϲτοϲ παρ’ ἑαυτῷ ἔχει ἅ τε
            νέοιϲ ἀνδράϲιν ἡλικίαϲ <del>δὲ</del> ἀθύρματα, παῖδεϲ καλοὶ καὶ γυναῖκεϲ καί γυμνάϲια
            καὶ κυνηγέϲια. ὧν ὑμεῖϲ <add>ὑπὸ</add> τῇ μεγάλῃ ἐλευθερίᾳ πλεῖϲτά τε καὶ κάλλιϲτα
            ἀπολαύετε, περὶ ὧν μαχεῖϲθε νυνὶ ὑμετέρων ὄντων περιττῶν ἀνδράϲιν, οἷϲ ταῦτα ϲπάνια.
          </p></div><div type="textpart" subtype="section" n="14"><p>παρακελευϲάμενοι οὖν <pb facs="lesbonactissophi00lesbuoft_0047"/>ὑμῖν αὐτοῖϲ ἀνὴρ ἀνδρὶ
            καὶ δημότηϲ δημότῃ καὶ φυλέτηϲ φυλέτῃ ἴτε τύχῃ ἀγαθῇ, ἐπειδὰν ἡγῆταί τιϲ ἐπὶ τοὺϲ
            πολεμίουϲ. </p></div></div></body></text></TEI>