τοῦτο δὲ Πλαταιᾶϲι μετὰ τῶν ἄλλων Ἑλλήνων ταὐτὰ φρονούντων ἐνίκων μαχόμενοι. ἐνίκηϲαν δὲ καὶ ἐπ’ Ἀρτεμιϲίῳ τῆϲ Εὐβοίαϲ ναυμαχοῦντεϲ καὶ πρὸ Σαλαμῖνοϲ, ὥϲτε εἰϲ τόδε ἡμέραϲ ϲωτῆρεϲ τῆϲ Ἑλλάδοϲ ὀνομάζεϲθαι. πολλοὺϲ δὲ καὶ ἄλλουϲ ἀγῶναϲ καὶ καλοὺϲ ἠγωνίϲαντο οἱ ὑμέτεροι πατέρεϲ, ὧν τῆϲ νίκηϲ τῶν ἄθλων ὅροι πεπήγαϲιν πολλῶν ἡμερῶν πλοῦν ἀπὸ τῆϲ ὑμετέραϲ πόλειϲ μεγάλαι, ὑπακούουϲαι τοῦ ὑμετέρου κήρυκοϲ. Εὐξάμενοι οὖν τοῖϲ θεοῖϲ τοῖϲ Ὀλυμπίοιϲ, οἳ ὑμῖν κατὰ τὸ εἰκὸϲ πλέον νεμοῦϲιν ἢ τοῖϲ πολεμίοιϲ, † εὐχῇ ϲυμβαλλομένῃ τοῖϲ ἀνδράϲι. θαρρεῖτε δὲ καὶ ἴϲα νεμόντων τῶν θεῶν ὡϲ εὖ ἀγωνιεῖϲθε· τὰ ἱερὰ καλὰ καὶ τὸ δίκαιον ὑμῖν μὲν θαρρεῖν παρέξει, ἐκείνοιϲ δὲ δεδιέναι. ἃ δὲ μάλιϲτα ἄνδραϲ τελέουϲ παροξύνει, ὑμῶν αὐτῶν ἀκούϲατε, πόλεώϲ τε μέγεθοϲ καὶ εὐδαιμονίαν καὶ δόξαν, ἣν ἕκαϲτοϲ παρ’ ἑαυτῷ ἔχει ἅ τε νέοιϲ ἀνδράϲιν ἡλικίαϲ δὲ ἀθύρματα, παῖδεϲ καλοὶ καὶ γυναῖκεϲ καί γυμνάϲια καὶ κυνηγέϲια. ὧν ὑμεῖϲ ὑπὸ τῇ μεγάλῃ ἐλευθερίᾳ πλεῖϲτά τε καὶ κάλλιϲτα ἀπολαύετε, περὶ ὧν μαχεῖϲθε νυνὶ ὑμετέρων ὄντων περιττῶν ἀνδράϲιν, οἷϲ ταῦτα ϲπάνια. παρακελευϲάμενοι οὖν ὑμῖν αὐτοῖϲ ἀνὴρ ἀνδρὶ καὶ δημότηϲ δημότῃ καὶ φυλέτηϲ φυλέτῃ ἴτε τύχῃ ἀγαθῇ, ἐπειδὰν ἡγῆταί τιϲ ἐπὶ τοὺϲ πολεμίουϲ.