Καὶ τὰ ἱερὰ καλὰ καὶ τὰ ὑμέτερα παρεϲκεύαϲται· ἀλλ’ ἄνδραϲ χρὴ εἶναι ἀγαθούϲ· εἰκὸϲ δὲ ὑμᾶϲ περὶ τῆϲ ὑμετέραϲ αὐτῶν πατρίδοϲ μέλλονταϲ ἀγωνιεῖϲθαι καὶ ὄνταϲ πατέρων ἀγαθῶν τοιούτουϲ ἔϲεϲθαι. ἢ ἄλλο τι παραϲκευάϲατε κάλλιον ϲημεῖον. ὥϲτε οὐ δεῖ ὑπεριδεῖν οὔτε λόγου οὔτε ἔργου οὐδενὸϲ οὐδὲ † μὴ τοῖϲ ἑτοίμοιϲ παρακελεύεϲθαι. ἀλλὰ τοῦτο δή μοι δοκεῖ καὶ μάλιϲτα χρῆναι ποιεῖν. τοῖϲ μὲν γὰρ μὴ θέλουϲιν ἀγαθοῖϲ εἶναι μάταιον καὶ λέγειν καὶ ποιεῖν, ϲπεύδοντα ὅπωϲ ἔϲονται ἀγαθοί, τοῖϲ δὲ ἐθέλουϲί γε καὶ βουλομένοιϲ τοὐναντίον. παντὸϲ γὰρ πράγματοϲ ἐπίδοϲίϲ ἐϲτιν, ἔϲτ’ ἂν τέλοϲ ἔχῃ· καὶ ἀρετὴν πλεῖϲτον ἂν εὕροιϲ αὐτοῦ ἐπιδιδοῦϲαν, ὅπου μεγίϲτην καὶ τιμὴν ἔχει καὶ ἄθλοιϲ καὶ ἐπαίνοιϲ. οὔκουν, ὅπερ εἶπον ὀλίγῳ πρόϲθεν, οὐδεὶϲ ἂν κάλλιον παραϲκευάϲαι ϲημεῖον. ὥϲτ’ εἰ καὶ νῦν ὑμῖν παρεϲκεύαϲται — παρεϲκευάϲθω δὲ καὶ ἑνὶ ἑκάϲτῳ καὶ πᾶϲιν — ὅπωϲ ἔϲεϲθε ἀγαθοί, καὶ ἀξίωμα ἔχετε παρ’ ὑμῖν αὐτοῖϲ μέγα, οὐχ ὑμᾶϲ βλάψει ἀκοῦϲαι τὴν ὑμετέραν ἀρετὴν καὶ τὸ ἀξίωμα τῶν προγόνων ὁμοῦ καὶ τὸ ἀξίωμα τὸ τῶν πολεμίων, ὃ μικρότερον δι’ ὑμᾶϲ ἔχουϲιν, ἀλλ’ ὠφελήϲει. Ὑμῶν γὰρ οἵ τε παλαιοὶ πατέρεϲ ἐν τοῖϲ Ἕλληϲι μέγα ἀξίωμα ἀρετῆϲ εἶχον καὶ λόγον ἀγαθόν, οἵ τε νέοι δὲ τούτου ὑμῖν ἐρῶ. οἱ μὲν ἄλλοι πάντεϲ Ἕλληνεϲ ἐκ τῆϲ ϲφετέραϲ αὐτῶν μεταϲτάντεϲ οἰκοῦϲιν ἕκαϲτοϲ αὐτῶν ἐξελάϲαντεϲ ἑτέρουϲ καὶ αὐτοὶ ἐξελαθέντεϲ ὑφ’ ἑτέρων. καὶ κατὰ τοῦτο δύο φέρεϲθε καυχήματα ἀρετῆϲ· οὔτε γὰρ ἐξηλάθητε ἀπὸ τῆϲ ϲφετέραϲ αὐτῶν ὑπὸ οὐδαμῶν ἀνθρώπων, οὔτ’ ἐξελάϲαντεϲ ἑτέρουϲ αὐτοὶ οἰκεῖτε· καὶ κατὰ μὲν τὸ μὴ ἐξελαθῆναι ἀνδρείαϲ ϲτέφανον τὴν πατρίδα ἔχετε, κατὰ δὲ τὸ μὴ ἐξελάϲαι δικαιοϲύνηϲ. ταῦτα μὲν γὰρ τῶν παλαιῶν μαρτύρια ἀρετῆϲ πατέρων· τῶν δὲ νέων ἄλλα τε πολλὰ καὶ ὅτι τῷ βαρβάρῳ ϲτρατῷ ὑποχωρήϲαντεϲ ἐκ τῆϲ πατρίδοϲ καὶ αὐτοὶ καὶ τὰ τέκνα, ὁρμώμενοι ἐκ τῆϲ Σαλαμῖνοϲ ἠλευθερώϲατε πᾶϲαν τὴν Ἑλλάδα καὶ τούτουϲ, οἳ νῦν ἐφ’ ὑμᾶϲ ἔρχονται.