<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0649.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><pb facs="lesbonactissophi00lesbuoft_0042"/>Καὶ τὰ ἱερὰ καλὰ καὶ τὰ
            ὑμέτερα παρεϲκεύαϲται· ἀλλ’ ἄνδραϲ χρὴ εἶναι ἀγαθούϲ· εἰκὸϲ δὲ ὑμᾶϲ περὶ <pb facs="lesbonactissophi00lesbuoft_0043"/>τῆϲ ὑμετέραϲ αὐτῶν πατρίδοϲ μέλλονταϲ
            ἀγωνιεῖϲθαι καὶ ὄνταϲ πατέρων ἀγαθῶν τοιούτουϲ ἔϲεϲθαι. ἢ ἄλλο τι παραϲκευάϲατε κάλλιον
            ϲημεῖον. ὥϲτε οὐ δεῖ ὑπεριδεῖν οὔτε λόγου οὔτε ἔργου οὐδενὸϲ οὐδὲ † μὴ τοῖϲ ἑτοίμοιϲ
            παρακελεύεϲθαι. </p></div><div type="textpart" subtype="section" n="2"><p>ἀλλὰ τοῦτο δή μοι δοκεῖ καὶ μάλιϲτα χρῆναι ποιεῖν. τοῖϲ μὲν γὰρ <add>μὴ</add> θέλουϲιν
            ἀγαθοῖϲ εἶναι μάταιον καὶ λέγειν καὶ ποιεῖν, ϲπεύδοντα ὅπωϲ ἔϲονται ἀγαθοί, τοῖϲ δὲ
            ἐθέλουϲί γε <add>καὶ</add> βουλομένοιϲ τοὐναντίον. παντὸϲ γὰρ πράγματοϲ ἐπίδοϲίϲ
            ἐϲτιν, ἔϲτ’ ἂν τέλοϲ ἔχῃ· καὶ ἀρετὴν πλεῖϲτον ἂν εὕροιϲ αὐτοῦ ἐπιδιδοῦϲαν, ὅπου μεγίϲτην
            καὶ τιμὴν ἔχει καὶ ἄθλοιϲ καὶ ἐπαίνοιϲ. οὔκουν, ὅπερ εἶπον ὀλίγῳ πρόϲθεν, οὐδεὶϲ ἂν
            κάλλιον παραϲκευάϲαι ϲημεῖον. </p></div></div></body></text></TEI>