<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0649.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="6"><p>ἐν οἷϲ ἡμῶν μὲν προθυμηθέντων αἱ εὖ ἀγωνιϲαμένων εὐδαίμονεϲ μὲν οἱ πατέρεϲ, τίμιοι δὲ
            οἱ παῖδεϲ, ζηλωταὶ δὲ αἱ γυναῖκεϲ καὶ αἱ θυγατέρεϲ καὶ αἱ ἀδελφαὶ καὶ ἑνὸϲ ἑκάϲτου καὶ
            ϲυμπάντων· ἐλλιπόντων δὲ ἡμῶν τὴν προθυμίαν καὶ μὴ θεληϲάντων διαμάχεϲθαι εἰϲ τὸ
            ἔϲχατον, ἄθλιοι μὲν οἱ πατέρεϲ, ϲτερηθέντεϲ μὲν τῆϲ ἡμετέραϲ προϲόψεωϲ, ϲτερηθέντεϲ δὲ
            πόλεωϲ καὶ χώραϲ καί ἱερῶν, ἀντὶ δὲ καλλίϲτηϲ ἐλευθερίαϲ εἰϲ αἰϲχίϲτην δουλείαν
            καθιϲτάμενοι, ἐν ἡλικίᾳ τοιαύτῃ, ἐν ᾗ τὸ μὲν φρονεῖν ἃ πάϲχει <add>τιϲ οὐ</add>
            γεγήρακεν, ὁ δὲ γινώϲκων <pb facs="lesbonactissophi00lesbuoft_0039"/>πάϲχει ἀδύνατοϲ
            καθέϲτηκεν ἀμῦναι, ὥϲτε χαλεπώτερον φέρειν· εἰ γὰρ παρῆν γινώϲκειν μὲν μή, δύναϲθαι δὲ
            τῷ ϲώματι, ῥᾴων ἂν ἦν ἡ ϲυμφορά· </p></div><div type="textpart" subtype="section" n="7"><p>οἰκτραὶ δ’ αἱ γυναῖκεϲ καθίϲτανται, δυϲτυχεῖϲ δὲ καὶ παῖδεϲ καὶ ἀδελφοί, τῶν τε αὐτῶν
            τούτων ϲτεριϲκόμενοι καὶ τῶν ἐλπίδων ἐφ’ αἷϲ ἐτράφηϲαν, καὶ οἷϲ ἐν τῷ νῦν χρόνῳ ζῆλον
            καὶ τιμὴν κάλλοϲ καὶ εὐείδεια, εἰϲ δουλείαν πίπτουϲι καὶ αἶϲχοϲ καὶ ἀτιμίαν φέρει·
            ἀντὶ γὰρ τῶν καλλίϲτων καὶ ἐντιμοτάτων γάμων εἰϲ αἰϲχίϲτουϲ καὶ ἀτιμοτάτουϲ πίπτουϲιν.
            ἥτε αὖ δυϲείδεια εἰϲ τοιαῦτα ἔργα καθίϲτηϲι τὰ ϲώματα. ἐν οἷϲ καὶ τὸ ὑπάρχον ἀγαθὸν τῆϲ
            τροφῆϲ ζημία καθίϲταται. οὐ δυνάμενοι δὲ τοὺϲ πόνουϲ ὑπεκφέρειν, ἀντὶ τοῦ βίου τοὺϲ
            αἰϲχίϲτουϲ καὶ βιαιοτάτουϲ θανάτουϲ αἱροῦνται. </p></div><div type="textpart" subtype="section" n="8"><p>ὅϲτιϲ οὖν τοιούτων ἄθλων προκειμένων μὴ ἔϲται ἀνὴρ ἀγαθὸϲ ἐν τῷδε τῷ ἀγῶνι, ἀλλ’
              <add>οἰόμενοϲ, ὡϲ τοῦ πράττειν γενήϲεται εὐκαιρία</add> τιϲ εἰϲαῦθιϲ, ὑπολείπεται ἢ
            γνώμῃ ἢ ῥώμῃ, ἀμφοῖν ϲτερηθήϲεται, τῆϲ τε νῦν τῆϲ τε εἰϲαῦθιϲ τῶν ἔργων· ὅδε γὰρ ὁ ἀγὼν
            αὐτῷ τέλοϲ ἔχει. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">Ἐνθυμηθῆναι δὲ χρὴ καὶ τίνοϲ οὕνεκ’ ἂν μᾶλλον <add>οὐκ</add> ἀξιώϲαιτε
            μάχεϲθαι, ἢ τί ἀγαθὸν οὐκ ἔνεϲτιν ἐν τῷ νικᾶν μαχομένουϲ τοὺϲ πολεμίουϲ. τοῦτο ἀρετὴν
            ϲύμπαϲαν ϲυλλαβὸν ἔχει· ἐν τούτῳ ἔνεϲτιν ὑμῖν, ὅϲα τιϲ εὔξαιτο. δοκεῖ εἷναι εἰρήνη
            ἀγαθόν; αὕτη ἐπὶ τοῖϲ τοὺϲ πολεμίουϲ νικῶϲι γίγνεται ὅπωϲ ἂν βούλωνται διαθέϲθαι. δοκεῖ
            εἶναι κτημάτων κτῆϲιϲ ἀγαθόν; τοῦτο τοῖϲ νικῶϲι γίγνεται· τά τε γὰρ ὑπάρχοντα ἀϲφαλῶϲ
              <pb facs="lesbonactissophi00lesbuoft_0040"/>τά τε τῶν πολεμίων ἀδεῶϲ καρποῦνται. </p></div><div type="textpart" subtype="section" n="10"><p>δικαιότητοϲ <add>μέγα τὸ ἀξίωμα· δικαιότητοϲ</add> τοίνυν τόδε τὸ ἔργον πλεῖϲτον
            μετέχει. δίκαιον μὲν γὰρ τῇ πατρίδι ἀμύνειν, ἐν ᾗ ἐτράφητε, δίκαιον δὲ ἱεροῖϲ πατρῴοιϲ
            καὶ μνήμαϲι τῶν προγόνων, δίκαιον δὲ τοὺϲ πατέραϲ ὑμῶν, ὑφ’ ὧν ἐτράφητε,
            ἀντιγηροτροφῆϲαι, δίκαιον δὲ τοὺϲ παῖδαϲ, ἐπειδήπερ ἐφύϲατε, ἐκθρέψαι, δίκαιον δὲ τούτων
            τινὰ μὴ ἐλλείπειν. </p></div></div></body></text></TEI>