ἐὰν δὲ ἀναϲτραφεὶϲ ἀξιοῖ φεύγειν ὡϲ ἀποφευξόμενοϲ, πρῶτον μὲν τὰ γυμνὰ τοῖϲ πολεμίοιϲ δείξει, ἐν οἷϲ τιτρώϲκεϲθαι ἢ ἁλίϲκεϲθαι ἀνάγκη, ἔπειτα πολλοὶ καὶ κοῦφοι οἱ διωξόμενοι ἀκοντιϲταὶ καὶ ϲφενδονῆται καὶ τοξόται, οὓϲ οὔτε αὐτοὺϲ ῥᾴδιόν ἐϲτιν ἀποφυγεῖν οὔτε τά βέλη αὐτῶν, ἀλλ’ ἧττον ἔτι πολλῷ· ὁ γὰρ τάχιϲτοϲ ἀνὴρ τοῦ βραδυτάτου τοξεύματοϲ οὐδὲ μέροϲ ταχυτῆτοϲ παρέχει. εἰ οὖν τιϲ ὑμῶν φιλοψυχῶν παρεϲκεύαϲται ἀναχωρεῖν ἢ φεύγειν ἵνα ϲωθῇ, οὐκ ὀρθῶϲ γινώϲκει τὸ φιλοψυχεῖν ὅτι ἐϲτίν· ἐν γὰρ τῷ μένειν καὶ ὁμόϲε χωρεῖν οὐ μόνον τὴν αὑτοῦ ἀλλὰ καὶ τὰϲ τῶν οἴκοι μενόντων ψυχὰϲ ϲῴζει. Εἰ μὲν οὖν εὖ ᾔδει τιϲ ὅτι τόνδε τὸν κίνδυνον διαφυγὼν μεθ’ ἡδονῆϲ τὸν ἐπίλοιπον χρόνον διατελέϲαϲ ϲὺν εὐκλείᾳ τελευτήϲει. εἶχεν ἂν λόγον τινὰ ἡ κακία· νῦν δὲ οἱ πολλοὶ καὶ κακοὶ εἶναι ὀλίγον χρόνον βιοῦντεϲ διὰ τὴν δύϲκλειαν ἀνιώμενοι καὶ ἄτιμοι παρ’ ἐντίμοιϲ ὄντεϲ κακῶϲ τὸν ἐπίλοιπον βίον τελευτήϲαντεϲ ὀνείδη τοῖϲ παιϲὶ καταλείψουϲιν. ἐπεὶ δὲ πεφύκαμεν οὐκ ἀθάνατοι, πῶϲ κάλλιον ἀποθνῄϲκειν ἢ ὑπὲρ ὧν χρὴ τιμωροῦνταϲ; ποίαν ἄλλην ἀρετὴν κτωμένουϲ; ποῖοϲ ἡδίων θάνατοϲ; τίνεϲ εὐκλεέϲτεροι ἀποθανόντεϲ ἢ οἱ οὕτω τελευτήϲαντεϲ; δημοϲίου τάφου ἀξιοῦνται, θυϲίαι ἐπί τούτοιϲ γίγνονται, ἀγῶνεϲ ἐπὶ τούτοιϲ τίθενται, ἀντὶ θνητοῦ ϲώματοϲ ἀθάνατον μνήμην καταλείπουϲιν. οἱ δὲ τούτων παῖδεϲ δημοϲίᾳ ἐκτρέφονται, τιμώμενοι πανοπλίαιϲ προεδρίαιϲ, θαυμαζόμενοι καὶ ἐν χοροῖϲ καὶ ἐν γυμναϲίοιϲ καὶ ταῖϲ ἄλλαιϲ ϲυνουϲίαιϲ. τοῖϲ δὲ ἐκ τοῦδε τοῦ κινδύνου ϲωθεῖϲιν, ἀνδράϲιν ἀγαθοῖϲ γενομένοιϲ, ἀκίνδυνοϲ ὁ λοιπὸϲ βίοϲ, μακαριζομένοιϲ ἐν πάϲαιϲ πανηγύρεϲιν ἐν πάϲαιϲ θεωρίαιϲ. οἱ φίλοι τούτοιϲ φίλοι εἰϲίν, οἱ ἐχθροὶ τοὺϲ τοιούτουϲ ὑπέρχονται, πᾶϲ ἀνὴρ ξενοῦϲθαι βούλεται· ἐκ τῶνδε καὶ γαμετὰϲ προθύμωϲ ἂν εὕροιο· οὗτοι γηράϲκοντεϲ εὐδαιμονίζονται. Νῦν οὖν, ὦ ἄνδρεϲ ϲτρατιῶται, καθ’ ὅϲον ὑμῶν ἕκαϲτοϲ ἰϲχύει μηδὲν ὑπολειπόμενοϲ τῆϲ δυνάμεωϲ, ἀντιλαμβανέϲθω τῶνδε τῶν ἀγαθῶν· ὑπομιμνήϲκω δὲ ὑμᾶϲ, ὅτι καὶ τὰ ἱερὰ ὑμῖν καλὰ γέγονεν.