εἰ δέ τιϲ ϲοφίαν ἐπιτηδεύει, τὸ νικᾶν μαχόμενον τοῦτο ϲοφίαν ἡγηϲάϲθω, εἴ γε οὐ ϲοφὸν τὸ δοῦλον εἶναι, τὸ δ’ ἐλεύθερον ϲοφόν. κάλλοϲ ἐν τιμῇ εἶναι δοκεῖ; οἱ αὐτοὶ τοίνυν ἄνδρεϲ νικῶντεϲ οἵ τε καλοὶ καλλίουϲ δοκοῦϲιν εἶναι, οἵ τε αἰϲχροὶ δεινότεροι· πᾶν γὰρ τὸ ἐλεύθερον καλόν. εἴ τιϲ τοίνυν εὐγενείαϲ βάϲανοϲ, ἐν τῷδε τῷ ἔργῳ μάλιϲτα ἔνεϲτιν. ὅϲτιϲ μὲν γὰρ πρότερον δοκῶν εὐγενὴϲ νῦν μὴ θελήϲει διαμάχεϲθαι, τὴν τ’ ἐκ τῶν προγόνων ὑπάρχουϲαν εὐγένειαν ἀπολεῖ τοῖϲ τε παιϲὶ δυϲγένειαν ἀπολείψει· ὅϲτιϲ δὲ ἐν τῷ ἔργῳ ἔϲται ἀνὴρ ἀγαθόϲ, τῶν τε προγόνων τὴν ἀρετὴν τοὺϲ καθ᾽ αὑτὸν ἀναμνήϲει τοῖϲ τε παιϲὶν εὐγένειαν καταλείψει· τῶν γὰρ ἐν τοῖϲ δεινοῖϲ ἀνδρῶν ἀγαθῶν γιγνομένων οἱ παῖδεϲ εὐγενεῖϲ νομίζονται. Πολλὰ δὲ εἰρηκὼϲ ἀγαθὰ ὅϲα ἔνεϲτιν ἐν τῷ νικᾶν, πολλὰ ἕτερα παρίημι, ὧν εἷϲ ἕκαϲτοϲ αὑτὸν ἀναμιμνήϲκων ἀνὴρ ἀγαθὸϲ γιγνέϲθω· ὅϲα δὲ τὰ διαφέροντα ἐν αὐτῷ τῷ μάχεϲθαι ἔνεϲτιν εἰϲ τὸ ϲῷζεϲθαί τε καὶ διαφθείρεϲθαι, ταῦτα ὑμᾶϲ διδάξω. πρῶτον μὲν τὸ ϲῶμα εἰϲ τὸ ἔμπροϲθεν πέφυκε καὶ βαδίζειν καὶ βλέπειν. ἔπειτα τὰ ὅπλα οὕτωϲ εὕρηται ἔμπροϲθεν τοῦ ϲώματοϲ προβεβλῆϲθαι, ἡ μὲν ἀϲπὶϲ τοῦ μὴ τιτρώϲκεϲθαι, τὸ δὲ δόρυ τοῦ ἀμύνεϲθαι, ὥϲτε ἐὰν βούληϲθε εἰϲ τὸ ἔμπροϲθεν βαδίζειν ἐπὶ τὸ μαχόμενον ἀεὶ πάντεϲ, ἀκούοντεϲ τὰ λεγόμενα καὶ τὰ παραγγελλόμενα ποιοῦντεϲ, ἀναμιμνηϲκόμενοι τῶνδε τῶν ἀγαlacunam παραθαρρύνοντεϲ ἀλλήλουϲ, μέγα φρονοῦντεϲ μὲν τοῖϲ ἔργοιϲ, ἀξιοῦντεϲ δὲ μάχεϲθαι καὶ ἐκείνοιϲ, οὕτωϲ παρελθόντεϲ ταῦτα ὑπουργήϲαντεϲ, ὅϲα δὴ ἀνθρώπινα, νικήϲετε. εἰ δέ τιϲ ὑμῶν ἀξιώϲαϲ τοὺϲ μὲν πολεμίουϲ πλεῖόν τι εἶναι ἢ ἀνθρώπουϲ καὶ ἀτρώτουϲ εἶναι, αὐτὸϲ δὲ ὡϲ μηδενὸϲ ἄξιοϲ ὑποχωρήϲει, τοῦτο ϲωτηρίαν νομίϲαϲ εἶναι, πρῶτον μὲν τὴν γνώμην ἡττημένοϲ ἀδικεῖ, ἔτι δὲ ἔμπαλιν αὐτῷ τὸ ϲῶμα τοῦ ἔργου πεφυκὸϲ τὰ ἐναντία οἷϲ βούλεται ὑπουργήϲει — εἰϲ τοὔπιϲθεν μὲν γὰρ οὔθ’ οἱ πόδεϲ πεφύκαϲιν ἀναχωρεῖν οὔθ’ οἱ ὀφθαλμοὶ ὁρᾶν οὐδενόϲ —, δίχα δὲ διαιρεθεὶϲ τῷ ἀναχωρεῖν ὑπηρετῶν καὶ τὸν ἐπιόντα ἅμα κίνδυνον φυλάττων καθυφήϲει ταχέωϲ καὶ τὸν ἀντιϲτάτην οὐ δυνήϲεται ἀμύνεϲθαι.