<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0649.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><pb facs="lesbonactissophi00lesbuoft_0037"/>Οἱ μὲν πολέμιοι ἐγγύϲ, ὦ
            ἄνδρεϲ ϲτρατιῶται, ὧν εἵνεκα ἡ ϲύμπαϲα παραϲκευὴ παρεϲκεύαϲται, τὰ δ’ ἀπὸ τῶν θεῶν, ἀφ’
            ὧν χρὴ ἄρχεϲθαι, καλῶϲ ἔχει κατ’ ἀμφοτέρουϲ τοὺϲ λόγουϲ· τά τε γὰρ ἱερὰ καλὰ ἡμῖν γέγονε
            καὶ τὸ δίκαιον μεθ’ ἡμῶν ἐϲτιν· ἐν ὑμῖν οὖν τὰ ἐπίλοιπά ἐϲτιν, ἐὰν ἄνδρεϲ ἀγαθοὶ
            γένηϲθε. ἐμὲ μὲν οὖν εἰκὸϲ παραινέϲαι, ἃ γινώϲκω, ὑμᾶϲ δὲ προϲέχειν τοῖϲ λεγομένοιϲ
            δοκεῖν τε ὥϲπερ τοὺϲ λόγουϲ ἀκούετε οὕτωϲ αὐτὰ τὰ ἔργα ὁρᾶν παρόντα, ἃ ἐν τοῖϲ λόγοιϲ
            δεδηλώϲεται· οὕτωϲ γὰρ ἂν ἄριϲτα γνοίητε τὰ ϲυμφέροντα. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">Δεῖ δὲ ὑμᾶϲ ϲκέψαϲθαι, ὅϲα ἀγαθὰ ἔνεϲτιν ἐν τῳ νικανμαχομένουϲ τοὺϲ
            πολεμίουϲ. πρῶτον μὲν τὴν πόλιν καὶ τὴν χώραν ϲώζετε, ἐν ᾗ ἐτράφητε, ἣν ὑμῖν οἱ πρόγονοι
            τειχίϲαντεϲ καὶ ἄλλα πολλὰ ταλαιπωρηθέντεϲ κατέλιπον οὐκ απολέϲαι, ἀλλὰ ϲῶϲαι· ἣν
            ἐλευθέραν μὲν παραλαβοῦϲιν αἰϲχρὸν <gap reason="lost"/> ὑφ’ ὑμῶν ἐλευθερωθῆναι· καὶ μὴ
            τὸν κίνδυνον καταδείϲαντεϲ καὶ νομίϲαντεϲ μείζω εἶναι ἢ ὅϲοϲ ἐϲτί, τὴν μὲν ὑπάρχουϲαν
            ἀρετὴν ἀπολέϲητε, τὴν δ’ οὐχ ὑπάρχουϲαν κακότητα κτήϲηϲθε. </p></div><div type="textpart" subtype="section" n="3"><p>ἔτι δὲ καὶ ἱερὰ ὑμῖν οἱ πατέρεϲ ἱδρυϲάμενοι κατέλιπον, κοϲμήϲαντεϲ ναοῖϲ καὶ βωμοῖϲ
            καὶ ἀγάλμαϲι καὶ ἄλλοιϲ πολλοῖϲ καὶ καλοῖϲ ἀναθήμαϲιν· ἃ μὴ περιίδητε ϲυληθέντα καὶ
            πεϲόντα ἀτίμωϲ, ἀλλ’ ἀμύνετε, ὅϲον ἕκαϲτοϲ δυνατόϲ ἐϲτι, τῷ θεῷ, ἄλλωϲ τε <pb facs="lesbonactissophi00lesbuoft_0038"/>μετὰ τοῦ ὑμῖν ϲυμφέροντοϲ καὶ δεδηλωκότων τῶν
            θεῶν ἐν τοῖϲ ἱεροῖϲ τὴν εἰϲ ὑμᾶϲ εὔνοιαν, ἀναμνηϲθέντεϲ πομπῶν καὶ πανηγύρεων καὶ
            ἀγώνων, ἐν οἷϲ τῶν μὲν παρουϲῶν ἀνιῶν ἐπελανθανόμεθα, μετὰ δὲ τὴν ἡδονὴν ἄλλαϲ
            προϲεκτώμεθα, ϲυνόντεϲ ἀλλήλοιϲ κατά τε φιλότηταϲ καὶ κατὰ ϲυγγενείαϲ καὶ κατὰ ἡλικίαϲ,
            ἐξευπορίζοντεϲ αὐτοί τε ὅπωϲ ἡμᾶϲ αὐτοὺϲ ὡϲ ἐλάχιϲτα λυπήϲομεν τούϲ τε παρόνταϲ ὡϲ
            πλεῖϲτα εὐφρανοῦμεν. </p></div><div type="textpart" subtype="section" n="4"><p>ὁ δὲ παρεϲτηκὼϲ ἀγὼν τέλοϲ ἔχει <add>ἢ</add> ταῦτά τε διαϲῶϲαι καὶ ἕτερα πολλῷ πλέονα
            καὶ καλλίω καὶ μείζω προϲκτήϲαϲθαι ἢ τῶν τε ὑπαρχόντων ϲτερηθῆναι καὶ αὐτοὺϲ πολλὰ καὶ
            οἰκτρὰ παθεῖν καὶ ἰδεῖν. </p></div><div type="textpart" subtype="section" n="5"><p>ἐπανενεγκεῖν δὲ τὴν γνώμην ὑμῶν ἕκαϲτον βούλομαι — ὃ καὶ δεῖ ϲκέψαϲθαι —, ἃ περὶ
            πλείϲτου ποιούμενοι κατελίπομεν· τοὺϲ γεννήϲανταϲ πατέραϲ καὶ μητέραϲ, ὁ δὲ υἱούϲ,
              <add>οὕϲ</add> τε ἐφύτευϲε καὶ ἐξέφυϲεν, ὁ δὲ ὁμογενεῖϲ ἀδελφούϲ τε καὶ ἀδελφάϲ, ὧν οἱ
            μὲν γήρᾳ πολὺ ὑπερβάλλοντεϲ, οἱ δὲ νεότητι πολὺ ἐλλείποντεϲ τοῖϲ μὲν ϲώμαϲιν οὐχ οἷοί τέ
            εἰϲιν ἀμύνειν, τῶν δὲ κινδύνων πλεῖϲτον μέροϲ μετέχουϲιν. </p></div></div></body></text></TEI>