ὅθεν, εἰ καὶ παρὰ πολλοῖς φανείη νενοημένα τὰ παρʼ ἐμοῦ συντεταγμένα, καὶ κατὰ τοῦτο ἂν ἡσθείην, ὅτι μὴ μόνον στρατηγικὰς συνεταξάμην ὑφηγήσεις, ἀλλὰ καὶ στρατηγικῆς ἐστοχασάμην καὶ τῆς ἐν αὐτοῖς φρονήσεως, εὐτυχοίην τʼ ἄν, εἰ, ἃ δὴ Ῥωμαίοις δυνάμει καὶ δἰ ἔργων πέπρακται, ταῦτʼ ἐγὼ λόγῳ περιλαβεῖν ἱκανὸς εἶναι παρὰ τοιούτοις ἀνδράσι δοκιμασθείην. Τὸ δὲ σύνταγμα θαρροῦντί μοι λοιπὸν εἰπεῖν ὡς στρατηγῶν τε ἀγαθῶν ἄσκησις ἔσται παλαιῶν τε ἡγεμόνων κατὰ τὴν σεβαστὴν εἰρήνην ἀνάθημα, εἰσόμεθά τε καὶ εἰ μηδὲν ἄλλο, παρʼ ἣν αἰτίαν οἵ τε πταίσαντες ἐσφάλησαν τῶν στρατηγησάντων, οἵ τε εὐπραγήσαντες ἐγέρθησαν εἰς δόξαν· μάλιστα δὲ τὴν Ῥωμαίων ἀρετὴν ἐννοήσομεν, ὡς οὔτε βασιλεὺς οὔτε πόλις οὔτε ἔθνος μεῖζον ἡγεμονίας ἐκρατύνατο μέγεθος, ἀλλʼ οὐδʼ εἰς ἶσον ἤλασεν, ὥστε τοσούτοις βεβαιώσασθαι χρόνοις ἀκίνητον δυναστείαν.