Ἱππικῶν μὲν λόγων ἢ κυνηγετικῶν ἢ ἁλιευτικῶν τε αὖ καὶ γεωργικῶν συνταγμάτων προσφώνησιν ἡγοῦμαι πρέπειν ἀνθρώποις, οἷς πόθος ἔχεσθαι τοιῶνδε ἔργων, στρατηγικῆς δὲ περὶ θεωρίας, ὦ Κόϊντε Οὐηράνιε, Ῥωμαίοις καὶ μάλιστα Ῥωμαίων τοῖς τὴν συγκλητικὴν ἀριστοκρατίαν λελογχόσι καὶ κατὰ τὴν Σεβαστοῦ Καίσαρος ἐπιφροσύνην ταῖς τε ὑπάτοις καὶ στρατηγικαῖς ἐξουσίαις κοσμουμένοις διά τε παιδείαν, ἧς οὐκ ἐπʼ ὀλίγον ἔχουσιν ἐμπειρίαν, καὶ προγόνων ἀξίωσιν. ἀνέθηκα δὲ πρώτοις σφίσι τόνδε τὸν λόγον οὐχ ὡς ἀπείροις στρατηγίας, ἀλλὰ μάλιστα τῇδε θαρρήσας, ᾗ τὸ μὲν ἀμαθὲς τῆς ψυχῆς καὶ τὸ παρʼ ἄλλῳ κατορθούμενον ἠγνόησεν, τὸ δὲ ἐν ἐπιστήμῃ τῷ καλῶς ἔχοντι προσεμαρτύρησεν.