Ἀγέτω δὲ τὰς δυνάμεις, μὴ μέλλων μὲν ἐκτάξειν εἰς μάχην, ἐὰν ἐπείγηταί τι φθάνειν συντομώτερον, εἰ ἀσφαλὲς εἶναι νομίζοι, καὶ νύκτωρ· μέλλων δὲ κρίνειν ἅμα τῷ σύνοπτον γενέσθαι τοῖς πολεμίοις εὐθὺς τὰ πράγματα διὰ μάχης σχολῇ προΐτω καὶ μὴ πολλὴν ἀνυέτω· πολλάκις γὰρ πρὸ τῶν κινδύνων ὁ κόπος ἐδαπάνησεν τὴν ἀκμὴν τῶν σωμάτων. Διοδεύων δὲ συμμαχίδα γῆν παραγγελλέτω τοῖς στρατεύμασιν ἀπέχεσθαι τῆς χώρας, καὶ μήτ̓ ἄγειν τι μήτε φθείρειν· ἀφειδὲς γὰρ πλῆθος ἅπαν ἐν ὅπλοις, ὅτʼ ἂν ἔχῃ τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν, καὶ ἡ ἐγγὺς ὄψις ἀγαθῶν δελεάζει τοὺς ἀλογίστους ἐπὶ πλεονεξίαν· μικραὶ δὲ προφάσεις ἢ ἀπηλλοτρίωσαν συμμάχους ἢ καὶ παντελῶς ἐξεπολέμωσαν.