<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" n="6"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2:6" n="1"><head><del>Περὶ τοῦ ἄγειν ἐν τάξει τὸ στρατόπεδον</del></head><p> Ἀγέτω δὲ τὸ στράτευμα πᾶν ἐν τάξει, κἂν μήπω μέλλῃ συμβάλλειν, ἀλλὰ διὰ μακρᾶς ὁδοῦ περαιοῦσθαι καὶ πολλῶν ἡμερῶν ἀνύειν πορείαν, καὶ ἐν τῇ φιλίᾳ καὶ ἐν τῇ πολεμίᾳ· διὰ μὲν τῆς φιλίας, ἵνα ἐθίζηται τὰ στρατεύματα μένειν ἐν τάξει καὶ συμφυλάττειν τοὺς ἰδίους λόχους καὶ ἕπεσθαι τοῖς ἡγεμόσιν, διὰ δὲ τῆς πολεμίας πρὸς τὰς ἐξαίφνης ἐπιβουλὰς γιγνομένας, ἵνα μὴ ἐν ὀξεῖ καιρῷ θορυβούμενοι καὶ ἐπαναθέοντες καὶ ἄλλοι πρὸς ἄλλους φερόμενοι μηδὲν μὲν ἀνύσωσι φθασθέντες, πολλὰ δὲ καὶ δεινὰ πάθωσιν, ἀλλʼ ἅμα καὶ εἰς πορείαν ὦσιν ἐπιδέξιοι καὶ εἰς μάχην εὐτρεπεῖς, ἔχοντες καὶ τὸ σύνθημα καὶ ἀλλήλους ἐν τάξει βλέποντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2:6" n="2"><p> συστέλλειν δὲ πειράσθω τὴν πορείαν τοῦ στρατεύματος, ὡς ἔνι μάλιστα, πρὸς ὀλίγον, καὶ διὰ τοιούτων, ἂν δυνατὸν ᾖ, χωρίων ἀγέτω τὰς τάξεις, δἰ ὧν οὐκ ἂν ἐκθλιβόμεναι στεναὶ καὶ οὐκ ἔχουσαι πλάτος ἐκ πλευρᾶς ἐπὶ μήκιστον ἐκταθεῖεν· </p></div></div></div></body></text></TEI>