Εἰ δʼ ἐν τάχει σπεύδοι τις ἐξελεῖν φρούριον ἢ πόλιν ἢ χάρακα καὶ αὐτῷ κάμνοι ἡ δύναμις μηδὲ μίαν ὥραν ἀποστῆναι βουλομένῳ τῶν ἐρυμάτων, εἰς τάγματα διελὼν τὸ στράτευμα, ὅσ’ ἂν ἱκανὰ εἶναί οἱ δοκῇ κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους καὶ κατὰ τὸ μέγεθος τῆς πολιορκουμένης πόλεως, νυκτὸς ἀρξάμενος εὐθὺς τῷ μὲν πρώτῳ προσβαλλέτω τάγματι τῷ δευτέρῳ κελεύσας ἐφεδρεύειν καὶ ἑτοίμῳ εἶναι, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ, καὶ εἰ τύχοι πέμπτον ὄν, παραγγελλέτω τρέπεσθαι κατὰ κοῖτον· εἶτα, ὅταν τῷ πρώτῳ καταπειράσῃ τινὰ χρόνον, τούτους μὲν ἀνακαλεσάμενος ἀποπεμπέτω κοιμησομένους, σημαινέτω δὲ τῷ δευτέρῳ προϊέναι τοῦ χάρακος, ὁ δὲ τρίτος ταγματάρχης ἀναστήσας ἐν τούτῳ καθοπλιζέτω τὸ ὑφʼ ἑαυτὸν τάγμα·