<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" n="42"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2:42" n="17"><p> Μέγα δʼ ἂν ὀνήσειε καί τι τοιόνδε συνεπινοηθέν, εἰ καὶ σαλπιγκτὰς οἱ φθάσαντες ἐπιβῆναι τοῦ τείχους ἀνιμήσαιεν· ἀκουσθεῖσα γὰρ πολεμία σάλπιγξ ἀπὸ τειχῶν ἐν νυκτὶ πολλὴν ἔκπληξιν ἐπιφέρει τοῖς πολιορκουμένοις ὡς ἤδη κατὰ κράτος ἑαλωκόσιν, ὥστε τὰς πύλας καὶ τὰς ἐπάλξεις ἀπολιπόντας φεύγειν· ὅθεν δήπου συμβαίνει γίγνεσθαι τοῖς ἔξω στρατιώταις ῥᾳδίαν τήν τε τῶν πυλῶν ἐκκοπὴν καὶ τὴν ἐπὶ τὰ τείχη διὰ τῶν κλιμάκων ἀνάβασιν, οὐδενὸς ἔτι τῶν πολεμίων ἀπείργοντος· οὕτως που δυνατὸν ἑνὶ καὶ ἀνόπλῳ σαλπιγκτῇ πόλιν ἁλῶναι. <num>η</num>. <del>Τί χρὴ ποιεῖν τὸν στρατηγὸν μετὰ τὸ ἑλεῖν τὴν πόλιν</del> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2:42" n="18"><p> Εἰ δὲ δή τινα ἀκμάζουσαν ἔτι πλήθει τε καὶ δυνάμει πόλιν ἐρρωμένως ἑλὼν εἰς φόβον ἢ ὑπόνοιαν ἥκοι, μή ποτε κατὰ τάγματα καὶ <pb n="p.520"/> συστροφὰς ὑπαντιάζοντες ἀμύνωνται τοὺς ἐπεισπίπτοντας ἢ τὰ μετέωρα καταλαμβανόμενοι καὶ τὰ ἄκρα τῆς πόλεως ἔνθεν ἀντεπίοιεν ἐπὶ πολὺ κακώσοντες τοὺς πολεμίους, κηρυττέτω τοὺς ἀνόπλους μὴ κτεῖναι. </p></div></div></div></body></text></TEI>