ὅθεν δὴ πᾶσα ἀνάγκη τρυχομένους αὐτοὺς καὶ μηδὲ μίαν ὥραν ἀνάπαυλαν ἴσχοντας, ἀλλὰ καὶ ἀγρυπνίαις καὶ πόνοις κάμνοντας, εἶτα καὶ πρὸς τὰ μέλλοντα τεταλαιπωρηκότας ἀσθενέστερον τοῖς σφετέροις προσαμύνειν ἢ τοὺς δεησομένους καὶ παραδώσοντας τὴν πόλιν ἐκπέμπειν. ε . Πῶς χρὴ τὸν στρατηγὸν ἀναπαύεσθαι Αὐτὸς οὖν ὁ στρατηγός, ἴσως φήσει τις, ἐξ ἀδάμαντος ἢ σιδήρου κεχάλκευται μόνος ἄγρυπνος ἑστὼς ἐπὶ τοῖς αὐτοῖς ἔργοις; οὐ δῆτα· ἀλλὰ παρʼ ὃν ἀναπαύεται χρόνον — οὗτος δ’ ὀλίγος ἔστω καὶ σύντομος —, ἕνα τῶν ἐν δόξῃ πιστοτάτων καὶ ἀνδρειοτάτων ἡγεμόνα τῶν καὶ τὰ δεύτερα τῆς στρατηγικῆς ἀρχῆς ἐχόντων ἐπιστησάτω τοῖς ἔργοις. ς . Πῶς τὰ δοκοῦντα τῆς πόλεως μέρη ἀνάλωτα εἶναι πολλάκις εὐάλωτα γίγνεται