<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" n="42"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2:42" n="11"><p> τούτου γὰρ συμβαίνοντος ἀμφότερα ἂν γίγνοιτο· καὶ αἱ προσβολαὶ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἀδιάλειπτοι προσαχθήσονται, καὶ οἱ προσβάλλοντες ἀκμῆτες καὶ νεαροὶ τὰς ἀναπαύσεις ἐν μέρει ποιούμενοι μαχοῦνται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2:42" n="12"><p> τοὺς μέντοι πολιορκουμένους, μηδʼ ἂν πάνυ πολλοὶ τυγχάνωσιν, οἰέσθω τις τὸ αὐτὸ στρατήγημα ἀντεισοίσεσθαι τὸ γὰρ κινδυνεῦον, οὐδʼ ἂν ἐπιτρέπῃ τις, ὕπνῳ χαρίζεσθαι βούλεται· φόβῳ γὰρ τοῦ δεινοῦ, παρʼ ὃν ἀναπαύεται χρόνον, ὡς ἁλωσομένης τῆς πόλεως ἐγρήγορε· καὶ τὸ πολιορκούμενον, κἂν ὀλίγον ᾖ τὸ πολιορκοῦν αὐτό, πασσυδὶ προσαμύνει, καὶ πᾶν ὅσον ἐντειχίδιόν ἐστι κεκίνηται, ὅτι καὶ τὸ μέλλον φοβερώτερον, ὡς, εἰ παρὰ μικρὸν ἀμελήσαιεν, ἀπολούμενοι πάντες. </p></div></div></div></body></text></TEI>