<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2" n="42"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2:42" n="1"><p><num>α</num>. <del>Περὶ τοῦ ὅτι ὁ φόβος ψευδὴς μάντις ἐστίν</del> Ὁ γὰρ φόβος ψευδὴς μάντις, ἃ δέδοικε, ταῦτ̓ οἰήσεται καὶ γίγνεσθαι, καὶ πᾶν τὸ ἐν νυκτί, κἂν μικρὸν ᾖ, φοβερώτερον τοῖς πολιορκουμένοις· οὐδεὶς γάρ, ὃ βλέπει, λέγει διὰ τὸ σκότος, ἀλλὰ πᾶς, ὃ ἀκούει· καὶ ἑνός που φανέντος ἢ δυεῖν ἐπὶ τείχους πολεμίων τὸ πᾶν ἤδη στράτευμα τῶν τειχῶν ἐπιβεβηκέναι δόξαντες ἀπετράπησαν, ἐρήμους καταλιπόντες ἐπάλξεις καὶ πύλας. <pb n="p.508"/> <num>β</num>. <del>Ὅτι αὐτὸν χρὴ παράδειγμα τὸν στρατηγὸν γίγνεσθαι τοῖς στρατιώταις</del> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0648.tlg001.perseus-grc2:42" n="2"><p> Εἰ δέ τι διὰ χειρὸς ὁ στρατηγὸς ἐξεργάσασθαι σπεύδοι, μὴ ὀκνείτω πρῶτος αὐτὸς ὀφθῆναι ποιῶν· οὐ γὰρ οὕτως ταῖς ἀπὸ τῶν κρειττόνων ἀπειλαῖς ἀναγκαζόμενοί τι ποιοῦσιν, ὡς ταῖς ἀπὸ τῶν σεμνοτέρων διατροπαῖς· ἰδὼν γάρ τις τὸν ἡγεμόνα πρῶτον ἐγχειροῦντα καὶ ὅτι δεῖ σπεύδειν ἔμαθε καὶ μὴ ποιεῖν ᾐδέσθη καὶ ἀπειθεῖν ἐφοβήθη· καὶ οὐκ ἔθʼ ὡς δοῦλον ἐπιταττόμενον διετέθη τὸ πλῆθος, ἀλλʼ ὡς ἐξ ἴσου παρακαλούμενον διετράπη. <num>γ</num>. <del>Περὶ πολιορκητηρίων μηχανημάτων</del> </p></div></div></div></body></text></TEI>