τηρεῖ μᾶλλον τὸ ἐπιβουλεῦον· ὁ μὲν γὰρ ἔξω κινδύνου δοκῶν εἶναι πράττει τι τῶν προκειμένων, ὁπότʼ ἂν αὐτῷ δόξῃ, ὁ δʼ ἐν αὐτῷ τῷ κινδυνεύειν ὑπάρχων ζητεῖ φθάσας δρᾶσαι, ὁπότʼ ἂν καιρὸν λάβῃ· διὸ χρὴ τὸν πολιορκοῦντα καὶ τάφρῳ καὶ χάρακι καὶ φυλακαῖς τὸ ἴδιον ἀσφαλίζεσθαι στρατόπεδον. καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, ὅ τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος ἔχοντες ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν ἢ μηχανὰς ἐνέπρησαν ἢ στρατιώτας ἐφόνευσαν ἤ, ὅ τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν.