τῆς μὲν γὰρ ἀνοίας καὶ προπετείας ἕκαστος κατεγέλασεν, τῆς δʼ ἀσθενείας κατεφρόνησεν, οἱ δ’ ἐχθροί, οἵτινές ποτʼ ἂν ὦσιν, κἂν μὴ πάθωσιν, ὡς οὐχὶ μὴ βουληθέντας ἀλλʼ οὐ δυνηθέντας διαθεῖναί τι δικαίως ἐμίσησαν. Περὶ τοῦ ἐξιλεοῦσθαι πρῶτον ὑπὲρ τῶν ἁμαρτιῶν τὸ θεῖον ὁ στρατηγὸς ἐξάγων εἰς πόλεμον Ἐξαγέτω δὲ τὰς δυνάμεις ὁ στρατηγὸς καθαρὰς ἢ οἷς νόμοι ἱεροὶ ἢ οἷς μάντεις ὑφηγοῦνται καθαρσίοις, πᾶσαν, εἴ τις ἢ δημοσίᾳ κηλὶς ἢ ἰδίου μολύσματος ἑκάστῳ σύνεστιν, ἀποδιοπομπούμενος.