εἰδέναι δὲ χρή, καθότι οὐ μόνον οἰκίας καὶ τείχους ἑδραιότερον ὑφίστασθαι δεῖ τὸν θεμέλιον, ὡς ἀσθενοῦς γε ὄντος συγκαταρρυησομένων καὶ τῶν ἐποικοδομουμένων, ἀλλὰ καὶ πολέμου τὰς ἀρχὰς δεῖ κατασκευασάμενον ἰσχυρῶς καὶ κρηπῖδα περιθέμενον ἀσφαλείας, οὕτως ἐξάγειν τὰς δυνάμεις· ὧν γὰρ ἀσθενῆ τὰ πράγματά ἐστιν, ἐπειδὰν οὗτοι μέγα βάρος ἀναλάβωσιν πολέμου, ταχὺ θλίβονται καὶ ὑστεροῦσιν. ὅθεν, ὥσπερ ἀγαθὸν κυβερνήτην ἐκ λιμένος ἐξαρτυσάμενον τὸ σκάφος καὶ τὰ παρʼ αὑτῷ ἅπαντα ποιήσαντα, τότʼ ἐπιτρέπειν χρὴ τῇ τύχῃ, ὡς αἴσχιστόν γε καὶ σφαλερὸν ὑποδείξαντα πολέμου κίνησιν, ὥστε καὶ διὰ θαλάττης ἤδη καὶ διὰ γῆς ἄγειν τὸ στράτευμα, κἄπειτα πρύμναν κρούεσθαι·